Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. οὐδ᾿ Ἀίδας ἀκινήταν ἔχε ῥάβδον: τῇ ῥάβδῳ
1.279
κέχρηται καθάπερ ὅπλῳ τινὶ, βίαν μὲν οὐδεμίαν παρεχομένῃ, καθάπερ ἢ τριόδους ἢ ξίφος ἢ δόρυ, ἀλλὰ δυνάμει συνεχρῆτο θελκτικῇ καὶ μαλακτικῇ τῆς ψυχῆς· ταύτῃ γοῦν φησι καὶ τὰς ψυχὰς αὐτὸν κατάγειν. ἐπὶ τοῦ Ἡρακλέους οὖν ὁ Ἅιδης ἐργωδίᾳ τῆς ῥάβδου ταύτης οὐδὲν ἠδύνατο δρᾶσαι διὰ τὸ τὴν δύναμιν αὐτῆς ὑπὸ τοῦ Διὸς ἀμβλύνεσθαι. ἀπὸ κοινοῦ δὲ τὸ εἰ μὴ κατὰ δαίμονα ἄνδρες ἐγένοντο, οὐκ ἂν οὐδὲ ὁ Ἅιδης ἀσθενῆ καὶ ἀκίνητον διαμαχόμενος Ἡρακλεῖ εἶχε τὴν ῥάβδον, | ἐν ᾗ ῥάβδῳ τὰ τῶν [*]() ἀνδρῶν σώματα ἀσθενῆ ποιῶν οὕτως εἰς τὸν κοῖλον τόπον [τοῦ Ἅιδου] κατάγει τῶν τελευτώντων.b. ὅτι [δὲ] κηλητικὴ ἡ ῥάβδος καὶ κατεργάσασθαι δύναται, | Ὅμηρός φησιν[*]() ἐπὶ τοῦ Ἑρμοῦ (ε 47)·
εἵλετο δὲ ῥάβδον, τῇ τ᾿ ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει, τοὺς δ᾿ αὖτε καὶ ὑπνώοντας ἐγείρει.