Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. μελέτη δὲ ἄσκησις. ἐπιτήδευμα.[*]()

[*]()a. αἰπειναί: δυσέφικτοι.

[*]()b. σοφίαι μὲν αἰπειναί: τουτέστιν ἐφ᾿ ὑψηλοῦ καὶ προβάσεως κεῖνται αἱ σοφίαι, ὥστε εἶναι τὴν ἐπ᾿ αὐτὰς

1.305
ὁδὸν δυσχερῆ.

c. ἢ οὕτως· ὑψηλόν ἐστι καὶ ἐν μετεώρῳ [*]() κείμενον τὸ ἀρετὴν ἔχειν. ὡς Ἡσίοδος (Op. 289)·

τῆς δ᾿ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν.

d. ἢ οὕτως· αἱ μὲν σοφίαι ὑψηλαί εἰσιν καὶ πόρρω καὶ [*]() δυσχερεῖς.[*]()

a. προσφέρων ἄεθλον: προσφέρων τῇ σοφίᾳ τὸν [*]() ἆθλον.

b. ἢ πρὸς τοῦτον φέρων τὸν ἆθλον, αὐτὴν τὴν σοφίαν. τὸν ὕμνον δὲ λέγει, ἔπαθλον τοῦ νικηφόρου.

c. τοῦτο δὲ προσφέρων: τὸ τῆς ἐμῆς σοφίας [*]() ἐπιτήδευμα.[*]()