Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
d. ἄλλως· [*]() ἄκυρόν ἐστιν ἐπὶ τῆς Ἱπποδαμείας τὸ ἕδνον· ἕδνα γὰρ διδόασιν οἱ ἄνδρες, φερνὴν δὲ αἱ γυναῖκες, παρὰ τὸ φέρειν μεθ᾿ ἑαυτῶν.
a. πτερόεντα δ᾿ ἵει: ἄφιε τὸν γλυκὺν ὀιστὸν καὶ [*]() ἐπὶ τὴν Πυθίαν, φησὶ, τὸν ὕμνον ἀπὸ τῆς Ὀλυμπίας μεθιστάς. καὶ γὰρ ἐν Πυθίᾳ ἐνίκησε, λγ΄ Πυθιάδι.
b. πτερόεντα δ᾿ ἵει γλυκὺν ὀιστόν: τροπικῶς τὸν [*]() ὕμνον. πάλιν δὲ ἢ πρὸς ἑαυτὸν ἢ πρὸς τὸν χορὸν λέγει.
c. καὶ εἰς τὴν Πυθῶνα δὲ ἵει καὶ πρόπεμπε τὸν πτερόεντα [*]()ὀιστόν. πάλιν δὲ τῇ τροπῇ κέχρηται. παρακελεύεται δ᾿ ἑαυτὸν ἀπὸ τῆς Ὀλυμπίας βαλεῖν τοῖς τῶν ἐγκωμίων βέλεσι καὶ τὴν Πυθῶνα κατὰ σκοποῦ. ἐνίκησε δὲ ὁ Ἐφάρμοστος
[*]()d. (ἵει:) πέμπε.