Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

i. Ἰολάεια γὰρ λέγεται ὁ ἀγὼν ὃν ἐνίκησεν. |

k. ἄλλως· [*]() Ἰολάου τύμβος: ὁ ἐν Θήβαις.

l. τὸν τῶν Ἡρακλείων [*]() ἀγῶνα θέλων δηλῶσαι τύμβον Ἰολάου εἶπε. παρὰ γὰρ τῷ κοινῷ σήματι Ἀμφιτρύωνος καὶ Ἰολάου ὁ τῶν Ἡρακλείων ἀγὼν ἐτελεῖτο.

a. εἰναλία τ᾿ Ἐλευσίς: ἐν Ἐλευσῖνι ἄγεται τὰ [*]() Δημήτρια. τοῦτον δὲ πρῶτον ἀγώνων φασὶν εἶναι. μετὰ γὰρ τὸ εὑρεθῆναι τὸν Δημήτριον καρπὸν εὐρωστίας οἱ ἄνθρωποι

1.302
ἐπίδειξιν ἐπιδειξάμενοι τοῦτον ἠγωνίζοντο, καὶ τετραποδιστὶ τὸ πάλαι περιπατοῦντες ἀνέστησαν καὶ δρόμον ἠγωνίζοντο· ἔνθεν καὶ στάδιον καλοῦσι δρόμον διὰ τὴν στάσιν.

[*]()b. ἐναλία τ᾿ Ἐλευσίς: καὶ ἡ Ἐλευσὶς δὲ ἡ πρὸς τῇ θαλάσσῃ κειμένη ταῖς ἀγλαΐαις αὐτοῦ καὶ νίκαις μαρτυρεῖ. ἄγεται δὲ αὐτόθι ἀγὼν Κόρης καὶ Δήμητρος, ὃς καλεῖται Ἐλευσίνια· οὗ ἔπαθλον κριθαί.

[*]()c. Ἐλευσίς: τὸν τῶν Ἐλευσινίων ἀγῶνα λέγει. ἔπαθλον δὲ κεῖται κριθαί· ἄγεται δὲ ἐν Ἀθήναις μετὰ τὴν τῶν Δημητριακῶν καρπῶν συλλογὴν τῇ Δήμητρι εὐχαριστήρια.