Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()c. προξενίᾳ δ᾿ ἀρετᾷ τ᾿ ἤλυθον: πρόξενος ἦν Θηβαίων Λαμπρόμαχος, δι᾿ ὃν ἔγραψε τὴν ᾠδὴν ταύτην· ἦν δὲ καὶ Ἰσθμιονίκης. δύναται δὲ καὶ τοῦ Πινδάρου [*]() πρόξενος εἶναι. | ὁμοῦ δὲ νενικήκασιν Ἴσθμια καὶ Νέμεα τῇ αὐτῇ ἡμέρᾳ αὐτὸς καὶ ὁ Ἐφάρμοστος. μετὰ δὲ ταῦτα ἄλλα [*]() δὶς νενίκηκεν Ἴσθμια ὁ Ἐφάρμοστος.
d. προξενίᾳ τῇ [*]() φιλίᾳ.
e. τὸ δὲ ἑξῆς οὕτως ἔχει· διὰ δὲ τὴν προξενίαν, τουτέστι τὴν φιλίαν, καὶ τὴν ἀρετὴν τοῦ Λαμπρομάχου ἦλθον ἐπαινέτης τῶν ἐν τῷ Ἰσθμῷ μιτρῶν, ὅτι κατὰ μίαν ἡμέραν οἱ δύο ἐνίκησαν, ὁ μὲν Ἐφάρμοστος Ὀλύμπια, ὁ δὲ
1.297
Λαμπρόμαχος Ἴσθμια.f. ἔνιοι δέ φασιν ὅτι οἱ δύο Ἴσθμια [*]() ἐν μιᾷ ἡμέρᾳ ἐνίκησαν.