Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. εἴην εὑρεσιεπής: τοῦτό φησιν ὅτι ἔπλασε τὰ [*]() περὶ Πατρόκλου εἰρημένα εἰς ἔπαινον τοῦ Ἐφαρμόστου Ὀπουντίου ὄντος.
b. γενοίμην, φησὶ, διαπαντὸς εὑρίσκειν δυνάμενος τρόπους καὶ διηγεῖσθαι τὰς πράξεις τῶν ἀρχαίων.
c. εἴην εὑρεσιεπής: ὡς σεμνυνόμενος τοῖς διηγήμασί [*]()φησιν· εἴην δὲ λόγων καινοπρεπῶν εὑρετὴς ἐπὶ τῷ διηγεῖσθαι καὶ πρόσφορος ποιητικῇ μούσῃ καὶ τρόπῳ Μουσῶν ἁρμόδιος.
d. ἄλλως· γενοίμην, φησὶ, διὰ παντὸς δυνάμενος εὑρίσκειν λόγους καὶ διηγεῖσθαι πράξεις.[*]()
e. ταῦτα δὲ λέγει διὰ τὸ πλάσασθαι αὐτὸν τὸ ἐπὶ Πατρόκλου προειρημένον ἐπαινεῖν βουλόμενος τὸν Ἐφάρμοστον Ὀπούντιον ὄντα Πατρόκλου πολίτην.[*]()