Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. νόστον ἔχθιστον: ἀντὶ τοῦ φήμην κακὴν [*]() ἐποίησε παρ᾿ αὐτοῖς· ἕκαστος γὰρ τῶν ὁρώντων ἐπὶ τῆς γλώττης· οὗτός ἐστιν ὁ νενικηκώς, ἐπιφέρει.

1.260

[*]()b. ἀτιμοτέραν γλῶσσαν: οἱ γὰρ ἡττώμενοι καὶ σιωπῶσι καὶ λάθρᾳ ἀναχωροῦσιν ὡς ἀπαρρησίαστοι καὶ ἄγνωστοι τῇ πατρίδι.

c. ἢ ὅτι οὐχ ὑμνοῦνται.

[*]()d. ἀτιμοτέραν γλῶσσαν: ἀπαρρησίαστον.

[*]()καὶ ἐπίκρυφον οἶμον: οἱ γὰρ νενικημένοι οὐ φανερὰς ὁδοὺς ἀπίασιν, ἀλλ᾿ ἐκτρεπόμενοι διὰ τὸ ἐπονείδιστον [*]() τῆς ἥττης. | καὶ ἀλλαχοῦ (fr. 229)· νικώμενοι γὰρ ἄνδρες ἀγρυξίᾳ δέδενται· οὐ φίλων ἐναντίον ἐλθεῖν.

[*]()a. πατρὶ δὲ πατρός: τῷ δὲ προπάτορι αὐτοῦ μένος ἐνέπνευσεν ἐναντίον τῷ γήρᾳ, τουτέστιν ἀντὶ γέροντος νέον αὐτὸν ἐποίησε καὶ εὔθυμον. καὶ Ὅμηρος (τ 360)·

αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.

b. ἢ ἐκ τοῦ ἐναντίου· ἡ γὰρ εὐθυμία τοὺς γέροντας νεάζειν ποιεῖ.

[*]()c. πατρὶ δὲ πατρός: τῷ δὲ πάππῳ αὐτοῦ ἡ τῆς νίκης ἡδονὴ ἐνέβαλε δύναμιν τὴν τοῦ γήρως ἐναντίαν οὖσαν· οἱονεὶ ταῖς εὐφροσύναις καὶ ταῖς ἡδοναῖς ἀνανεάζειν πεποίηκε τὸν γεγηρακότα ἡ χαρά.[*]()

[*]()ἀντίπαλον: ἐτυμολογεῖται παρὰ τὸ πάλος, ἀπὸ τῶν κατὰ συζυγίαν κληρουμένων ἐν τοῖς ἀγῶσιν ἐν τῷ παλαίειν ἢ παγκρατιάζειν.

[*]()a. Ἀίδα τοι λάθεται: πᾶς γάρ τις ἁρμόδια καὶ καταθύμια πράξας τοῦ Ἅιδου λήθην ποιεῖται, τουτέστιν ἀθάνατα φρονεῖ διὰ τὴν παρεστῶσαν εὐφροσύνην.

[*]()b. Ἀίδα τοι λάθεται: πᾶς γὰρ ἀνὴρ ἁρμόδια

1.261
πράξας τῇ ἑαυτοῦ προαιρέσει Ἅιδου, τουτέστι τοῦ θανάτου, λήθην λαμβάνει· ἤ πού γε τῶν ἁπλῶς κατὰ φύσιν ὀχλούντων οἱονεὶ τὸ φρόνημα· τοιαύτη γὰρ ἡ τῆς φαντασίας εὐπραξία τοῖς εὖ πράττουσιν.

ἀλλ᾿ ἐμὲ χρὴ μναμοσύναν: ἐμὲ τοίνυν χρὴ τὴν [*]() μνήμην ἀνεγείροντα ὥσπερ κοιμηθεῖσαν καὶ σιωπηθεῖσαν λοιπὸν (λέγει δὲ τῶν προγόνων αὐτοῦ, οἵτινές εἰσι Βλεψιάδαι οὕτω καλούμενοι . . .) οὕτω τὸν εἰς αὐτοὺς ὕμνον πληρῶσαι διηγούμενον τὸν τῶν χειρῶν αὐτῶν καρπὸν, ὅ ἐστιν ἡ νίκη· ἀνεγεῖραι δὲ τὴν μνήμην τῶν προγόνων διὰ τῶν τοῦ Ἀλκιμέδοντος νικητηρίων. Βλεψιαδῶν δὲ φυλὴ ἐν Αἰγίνῃ ἀπὸ Βλεψιάδου προγόνου Ἀλκιμέδοντος.[*]()

Βλεψιάδαις: Βλεψιάδαι ἡ φατρία αὐτῶν ἐστιν, [*]() ὧν εἷς ἀπόγονος ὁ νικήσας.

ἕκτος οἷς ἤδη στέφανος: οἷστισι Βλεψιάδαις [*]() καὶ ᾧ γένει ἕκτος ὑπῆρξε στέφανος ἤδη ἐκ τῶν ἱερῶν τούτων ἀγώνων.[*]()

a. φυλλοφόρων ἀπ᾿ ἀγώνων: ἤτοι καθὸ οἱ [*]() νικῶντες ἐφυλλοβολοῦντο· ἢ φύλλα τοὺς στεφάνους εἶπε, διακρίνων αὐτοὺς πρὸς τοὺς δωρίτας καὶ χρηματίτας.

b. φυλλίναι οἱ στεφανῖται· δωρῖται οἱ θέματα διδόντες· [*]() ἀργυρῖται οἱ ἔχοντες χρυσᾶ ἆθλα.

1.262

[*]()a. ἔστι δὲ καί τι θανόντεσσιν: ἔστι δὲ καὶ τοῖς τετελευτηκόσιν ἔννομον καὶ δίκαιον μέρος ἀποδιδόμενον, τὸ τῶν ἐπαίνων λέγει.

[*]()b. θανόντεσσι μέρος: καὶ τοῖς ἀποθανοῦσι μεμέρισται, καὶ οἱ ἀποθανόντες κοινωνοῦσι τῆς τῶν ἐγκωμίων γραφῆς.

[*]()(καννόμον:) ἤτοι κατὰ νόμον.

[*]()κατακρύπτει δ᾿ οὐ κόνις κεδνὰν χάριν: τὴν τῶν συγγενῶν ἀγαθὴν χάριν οὐ κρύπτει κόνις, ἀλλ᾿ ἐν φανερῷ κειμένη καὶ τῶν τεθνεώτων ἐφικνεῖται. πρὸς γὰρ τοῦτο τὸ πᾶν λέγει, τὸν μὲν λόγον ἐν τῷ καθόλου τιθεὶς, τείνων δὲ πρὸς ἐκεῖνο, διὸ τῆς νίκης τούτου ὁ προθανὼν Ἰφίων μετέχει καὶ συνήδεται.

[*]()a. συγγόνων κεδνὰν χάριν: τὴν τῶν συγγόνων ἀγαθὴν χάριν οὐ κρύπτει κόνις, ἀλλὰ ἐν φανερῷ κειμένη καὶ εἰς τεθνεῶτας ἀφικνεῖται· πρὸς γὰρ τοῦτο τὸ πᾶν λέγει.

b. καὶ γὰρ οἱ προαποθανόντες συγγενεῖς τοῦ Ἀλκιμέδοντος μετειλήφασι τῆς ἐπὶ τῇ νίκῃ δόξης, ὡς εἶναι διὰ τὴν τούτου δόξαν ἀθανάτους αὐτούς.

[*]()a. Ἑρμᾶ δὲ θυγατρός: Ἰφίων πρόγονος Ἀλκιμέδοντος· οἱ δὲ ὅτι πατὴρ αὐτοῦ.

b. εἰδωλοπεποίηκεν Ἑρμοῦ θυγατέρα τὴν ἀγγελίαν· ἄγγελος γὰρ οὗτος καὶ διάκτωρ. ὅθεν ἀκούσας ὁ Ἰφίων τῆς τοῦ Ἑρμοῦ θυγατρὸς Ἀγγελίας εἴποι τῷ Καλλιμάχῳ, ὡς καὶ τούτῳ συγγενεῖ ὄντι καὶ προτετελευτηκότι.

c. κόσμον δὲ Ὀλυμπίᾳ, τὴν νίκην.

d. Ἰφίων πατὴρ Ἀλκιμέδοντος τεθνεώς· Καλλίμαχος δὲ εἷς τῶν συγγενῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἀκούσας Ἰφίων τὴν ἀγγελίαν εἴποι ἂν Καλλιμάχῳ.

e. ἄλλως· ποιητικῶς ἀναπλάττει τῆς ἀγγελίας. ἢ ἴσως ὡς αἴσθησιν ἐχόντων τῶν τεθνεώτων λέγει.

f. ὁ δὲ νοῦς· παρὰ δὲ τῆς

1.263
τοῦ Ἑρμοῦ θυγατρὸς ἀκούσας ὁ Ἰφίων εἴποι ἂν Καλλιμάχῳ τῷ συγγενεῖ αὐτοῦ . . . ἐκ τοῦ Ὀλυμπιακοῦ ἀγῶνος ὁ Ζεύς. Ἰφίων δὲ καὶ Καλλίμαχος κατὰ μέν τινας ἁπλῶς συγγενεῖς τοῦ Ἀλκιμέδοντος, κατὰ δὲ ἐνίους ὁ Ἰφίων μὲν πατὴρ, Καλλίμαχος δὲ θεῖος.

g. ὅτι δὲ ὁ Ἑρμῆς καὶ ἐπουράνιος καὶ ἐπίγειος καὶ ὑποχθόνιος δηλονότι καὶ κῆρυξ θεῶν ἐν οὐρανῷ καὶ ἐν γῇ· καὶ ὅτι ὑποχθόνιος, μαρτυρεῖ Ὅμηρος (ω 1)·

Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο.
Ἀγγελία δὲ ὄνομα κύριον τῆς θυγατρὸς Ἑρμοῦ.

h. ἀκούσας Ἰφίων: ὁ Ἰφίων πρόγονός ἐστιν [*]() Ἀλκιμέδοντος [οὗτος].

i. εἰδωλοπεποίηκεν Ἑρμοῦ θυγατέρα τὴν ἀγγελίαν· ἄγγελος γὰρ ὁ θεὸς οὗτος. ἀκούσας οὖν, φησιν, ὁ Ἰφίων τῆς τοῦ Ἑρμοῦ θυγατρὸς Ἀγγελίας ἐννέποι τῷ Καλλιμάχῳ, ὡς καὶ τούτῳ συγγενεῖ ὄντι καὶ προτετελευτηκότι. τί ἂν οὖν ἐννέποι; τὸν κόσμον τὸν ἐν Ὀλυμπίᾳ, τουτέστι τὴν νίκην. ἡ γὰρ ἑνὸς νίκη πᾶν τὸ γένος κοσμεῖ.

k. Ἰφίων καὶ Καλλίμαχος κατὰ μέν τινας ἀπλῶς συγγενεῖς τοῦ Ἀλκιμέδοντος, κατὰ δέ τινας Ἰφίων μὲν πατὴρ αὐτοῦ, Καλλίμαχος δὲ θεῖος.[*]()

ἐσλὰ δ᾿ ἐπ᾿ ἐσλοῖς: ἀγαθὰ ἐξ ἀγαθῶν καὶ καλλίστων [*]()παρέχειν αὐτοῖς βούλοιτο ὁ Ζεύς. τὸ δὲ θέλοι εὐκτικῶς.

a. ὀξείας δὲ νόσους: διὰ τὰς ἀλγηδόνας. [*]() Ὅμηρος (Λ 269)·

ὡς δ᾿ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα.

1.264

b. ἢ ὀξείας διὰ τοὺς πυρετούς. Ἄρατος (Ph. 333)· ὀξέα [*]()σειριάει.

c. καὶ ἀποκωλύοι αὐτῶν τὰς ἐπιπόνους καὶ ὀξείας νόσους.

d. ὀξεῖαι δέ εἰσιν αἱ ἐπικίνδυνοι.

[*]()a. εὔχομαι: εὔχομαι μὴ γενέσθαι νέμεσιν αὐτοῖς μηδὲ φθονηθῆναι περὶ τῶν καλῶν μηδὲ νέμεσιν παρακολουθῆσαι.

b. εὔχομαι τῷ Διὶ ἐπὶ τῇ τῶν καλῶν αὐτῶν μοίρᾳ μὴ ἐπιθεῖναι διχόβουλον καὶ ἐναντίαν νέμεσιν.

[*]()c. εὔχομαι ἀμφὶ καλῶν: εὔχομαι μὴ γενέσθαι νέμεσιν αὐτοῖς, τουτέστι μὴ φθονηθῆναι περὶ τῶν καλῶν.

d. διχόβουλον δὲ τὴν νέμεσιν τὴν ἐπιφθονοῦσαν καὶ ἐναντία ποιοῦσαν οἷς βουλευόμεθα.

e. οἷον τὴν διχάζουσαν [*]() ἀφ᾿ ἡμῶν | καὶ χωρίζουσαν τὰς βουλάς.

f. ἢ τὴν ἐναντία βουλευομένην τοῖς ἤδη προκατωρθωμένοις ὑφ᾿ ἡμῶν.[*]()

[*]()g. ἄλλως· εὔχομαι δὲ τῷ αὐτῷ Διὶ ἐπὶ τῇ τῶν καλῶν μοίρᾳ νέμεσιν καὶ βασκανίαν μὴ ἐπιβαλεῖν.[*]()

[*]()a. διχόβουλον: τὴν ἐπίφθονον καὶ ἐναντίαν οὖσαν οἷς βουλόμεθα.

b. τουτέστι τὴν διχάζουσαν ἀφ᾿ ἡμῶν καὶ χωρίζουσαν τὰς βουλάς.

[*]()a. ἀλλ᾿ ἀπήμαντον: ἀλλ᾿ ἵνα ἀβλαβῆ τὸν βίον αὐτῶν διάγων ὁ Ζεὺς καὶ φυλάττων, αὐτοὺς ἐπαίροι εἰς δόξαν καὶ τὴν πατρίδα αὐτῶν Αἴγιναν.

[*]()b. ἀπήμαντον: ὁ Ζεὺς ἐπάγων ἀπήμαντον βίον αὐτούς τε αὔξοι καὶ τὴν Αἴγιναν.

[*]() Τέλος Ἀλκιμέδοντος.

1.265

Ἐφαμρόστῳ Ὀπουντίῳ παλαιστῇ. [*]()

Τοῦ θ΄ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ις΄. [*]() τὸ α΄ ἀναπαιστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ β΄ ἰωνικὸν δίμετρον καταληκτικὸν εἰς τροχαϊκὴν συζυγίαν. τὸ γ΄ Φαλαίκειον ἀντισπαστικόν. τὸ δ΄ Γλυκώνειον, οἷόν ἐστιν ἀντισπαστικόν. τὸ ε΄ ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον.

τὸ ς΄ ὅμοιον τῷ δ΄. τὸ ζ΄ ἰωνικὸν δίμετρον βραχυκατάληκτον. τὸ η΄ ὅμοιον τῷ δ΄ καὶ ς΄. τὸ θ΄ ὅμοιον τῷ ζ΄. τὸ ι΄ περιοδικὸν, ἐπίτριτος τροχαῖος. τὸ ια΄ ὅμοιον τῷ ζ΄ καὶ τῷ θ΄. τὸ ιβ΄ Γλυκώνειον. τὸ ιγ΄ ὅμοιον τῷ ζ΄ καὶ θ΄ καὶ ια΄. τὸ ιδ΄ ἰαμβικὸν δίμετρον καταληκτικόν.

τὸ ιε΄ ἐπιωνικὸν ἄτακτον, β΄ σπονδεῖον ἔχον. τὸ ις΄ ἐπιωνικὸν καθαρὸν δίμετρον ἀκατάληκτον.

ἡ δὲ ἐπῳδὸς κώλων ι΄. τὸ α΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ β΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ γ΄ ἀναπαιστικὸν δίμετρον καταλῆγον μιᾷ συλλαβῇ. τὸ δ΄ ἰωνικὸν καταλῆγον εἰς τροχαϊκὴν συζυγίαν δίμετρον ὑπερκατάληκτον. τὸ ε΄ δακτυλικὸν ἑφθημιμερές. τὸ ς΄ προσοδιακὸν τρίμετρον καταληκτικόν· α΄ ἰωνικὸς ἀπὸ μείζονος, β΄ χορίαμβος, γ΄ ἰωνικὸς ἀπ᾿ ἐλάσσονος. τὸ ζ΄ τρίμετρον

1.266
ἐπιωνικὸν βραχυκατάλητον. τὸ η΄ διπλοῦς τροχαῖος καὶ διπλοῦς ἴαμβος. τὸ θ΄ ἰωνικὸν δίμετρον βραχυκατάληκτον ἀδιάφορον κατὰ τὴν ἄρχουσαν. τὸ ι΄ ἀντισπαστικὸν ἐννεασύλλαβον Σαπφικὸν πλεονάζον τοῦ Γλυκωνείου μιᾷ συλλαβῇ.