Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()b. ἄλλως· πρώτοις ἄρξεται καὶ τετράτοις: ἁλωθήσεται δὲ ἡ Τροία οὐ χωρὶς τῶν σῶν ἐκγόνων, ἀλλ᾿ ἀρχὴν μὲν ἕξει τοῦ πορθεῖσθαι ἀπὸ τῶν σῶν παίδων (τῶν περὶ τὸν Πηλέα λέγει καὶ Τελαμῶνα· οὗτοι γὰρ συνεστράτευσαν Ἡρακλεῖ ἐπὶ τὴν Ἴλιον διὰ τοὺς Λαομέδοντος ἵππους), ἁλωθήσεται δὲ ὑπὸ τῶν τετάρτων ἀπὸ σοῦ· ἔστι δὲ ὁ Πύρρος. [*]()
c. ἅμα οὖν πρώτοις ἄρξεται καὶ τετάρτοις· πρῶτοι γὰρ, ὡς προείπομεν, ἐπολέμησαν τοῖς Τρωσὶν οἱ συστρατεύσαντες Ἡρακλεῖ, ὡς καὶ Ὅμηρος μνημονεύει (E 638 sqq.)· καὶ τετάρτοις· Πύρρον λέγει τὸν καὶ Νεοπτόλεμον· τέταρτος [*]() γὰρ ἐξ Αἰακοῦ. | Αἰακοῦ γὰρ Πηλεὺς, οὗ Ἀχιλλεὺς, οὗ Νεοπτόλεμος. τὸ τοίνυν τῶν δρακόντων σημεῖον πρὸς τοῦτο ἔχει τὴν ἀναφοράν.[*]()