Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

ἀτυζόμενοι: ἢ ταραττόμενοι· Ὅμηρος (Ζ 468)· [*]() πατρὸς φίλου ὄψιν ἀτυχθείς· ἢ παρὰ τὴν ἄτην, τουτέστιν ἐν ἄτῃ ἐγένοντο· ἀπέθανον γὰρ πεμέοι πότεμος.

a. εἷς δ᾿ ὄρουσεν: δύο μὲν δράκοντας Ἀχιλλέα καὶ [*]() Αἴαντα· ὁ δὲ περιγενόμενος Ἀχιλλέως υἱός.

b. βοάσας: καθ᾿ ὃ μέρος ᾠκοδόμει ὁ Αἰακὸς, εἰσῆλθεν [*]() ὁ δράκων, δι᾿ οὗ οἱ Ἕλληνες εἰσῆλθον διὰ τοῦ δουρείου λυσάντων αὐτῶν τῶν Τρώων.

a. ἔννεπε δ᾿ ἀντίον: οὐχ ὑπερέθετο στοχάσασθαι, [*]()

1.250
ἀλλ᾿ ἐξ ἐναντίας ὁρῶν εἶπε πρὸς τὸν Αἰακὸν ὁ Ἀπόλλων ὅτι κατὰ τὰς σὰς ἐργασίας ἁλίσκεται· οἷον ἁλώσιμόν ἐστιν. ὅμοιον τῷ (λ 116)· οἵ τοι βίοτον κατέδουσιν· οὐδέπω γὰρ πάρεισιν οἱ μνηστῆρες ὅτε ἐμαντεύσατο ὁ Ὀδυσσεὺς, ἀλλὰ ἀντὶ τοῦ κατέδονται κατέδουσιν εἶπεν.

[*]()b. ἔννεπε δ᾿ ἀντίον ὁρμαίνων: φροντίζων καὶ τὴν διάνοιαν ἐφιστάς.

c. ὁ δὲ λόγος· οὐχ ὑπερέθετο στοχάζεσθαί, φησιν, ἀλλ᾿ ἐξ ἐναντίου ὁρῶν ἔτι εἶπεν.

d. ὡς δὲ συνέβαλε τὸ σημεῖον, καὶ οἰκείως ἔννεπεν· οἱ προσβαλοῦντες κατὰ τὰ ἡμέτερα τείχη ἀπολοῦνται καθάπερ οἱ[*]() δύο δράκοντες· | ὁ δὲ κατὰ τὸ Αἰακοῦ τείχισμα ἐλθὼν δράκων κρατήσει, τουτέστιν οἱ προσβαλοῦντες κατ᾿ ἐκεῖνο τὸ [*]() μέρος· | ὥστε ἀπὸ τῶν τριῶν, ἐπειδὴ τὸ τρεῖς ἀρχὴ πλήθους ἐστὶ, τὸ πλῆθος τῶν Ἀχαιῶν εἰς σημείωσιν ἦχθαι.

e. τινὲς δὲ εἰς τὸ ἐγγὺς ἔτι τὸ αἴνιγμα θέλουσιν ἄγειν.[*]() | ἐπειδὴ γὰρ οἱ δράκοντές εἰσι τρεῖς, ὧν δύο ἀπέθανον, εἷς δὲ εἰσῆλθεν, ἀνάγει πρὸς τοὺς ἐξ Αἰακοῦ καὶ λέγει· Τελαμὼν καὶ Πηλεὺς ἀδελφοί· δύο τούτων παῖδες προσβαλοῦσι μὲν, ἀπολοῦνται δὲ, Αἴας καὶ Ἀχιλλεύς· ὁ δὲ εἷς Νεοπτόλεμος, ὃς καὶ ἐντὸς τῆς πόλεως ἐγένετο, οὗτος κρατήσει τῆς πόλεως· ὥστε τὸ ἀνάλογον σώζεσθαι καὶ δράκοντι τῷ εἰσελθόντι καὶ σωθέντι.[*]()

[*]()f. ὁρμαίνων: διαλογιζόμενος. διανοούμενος.

g. εἶπε δὲ ὁ Ἀπόλλων, ἐναντίον καὶ ἀδέξιον θεασάμενος τὸ γεγονὸς τέρας.

1.251

a. Πέργαμος ἀμφὶ τεαῖς: Πέργαμος, ἡ ἀκρόπολις. [*]() Ὅμηρος (Ε 446)· Περγάμῳ εἰν ἱερῇ.

b. ἀποστρέφει δὲ τὸν λόγον πρὸς Αἰακόν· ἡ πόλις δὲ, ὦ ἥρως Αἰακὲ, τῶν Τρώων εὐάλωτος γενήσεται κατὰ τὴν ἐργασίαν τῶν σῶν χειρῶν, ὡς ἐμοὶ τὸ σημεῖον τὸ γεγενημένον ἐκ τοῦ Διὸς δηλοῖ.

c. ἄλλως· κατὰ τὰς σὰς ἐργασίας ἡ Πέργαμος ἁλίσκεται· [*]() οἷον ἁλώσιμος ἔσται· | ὅμοιον τῷ (λ 115)· οἵ τοι βίοτον [*]() κατέδουσιν, ἀντὶ τοῦ καταβρώσονται. οὐδέπω γὰρ παρῆσαν οἱ μνηστῆρες ὅτ᾿ ἐσφαγίαζεν ὁ Ὀδυσσεὺς, ἀλλὰ ἀντὶ τοῦ κατεδοῦνται κατέδουσιν εἶπε.

φάσμα τὸ φάντασμα καὶ σημεῖον. εἴρηται δὲ παρὰ [*]() τὸ φαίνειν καὶ δηλοῦν.

ἀλλ᾿ ἅμα πρώτοις: συμπεριλαμβάνει καὶ τὸν [*]() Αἰακόν· πρῶτοι γάρ εἰσιν οἱ περὶ Πηλέα καὶ Τελαμῶνα, δεύτεροι δὲ Ἀχιλλεὺς καὶ Αἴας τούτων ὄντες υἱοί· τρίτος δὲ Νεοπτόλεμος· συγκαταριθμουμένου δὲ καὶ Αἰακοῦ γίνεται τέταρτος. σὺν Ἡρακλεῖ δὲ ἐστράτευσε καὶ Πηλεὺς, οὐ μόνος Τελαμὼν, ὡς καὶ Εὐριπίδης φησὶν ἐν Ἀνδρομάχῃ (796 sqq.) . . . ὅτι μόνος Τελαμών. συγκαταριθμούμενος οὖν τέταρτος Νεοπτόλεμος. πρώτοις οὖν τοῖς περὶ Πηλέα πολεμήσασι, τετάρτοις Νεοπτολέμῳ, συναριθμουμένου καὶ Αἰακοῦ, εἰ καὶ μὴ ἐμαχέσατο.

a. πρώτοις ἄρξεται καὶ τετράτοις: ἰδίως κατὰ [*]() τὴν φράσιν οὐ τῷ αὐτῷ ἀριθμῷ κέχρηται. ὅτε μὲν γὰρ λέγει

1.252
πρώτοις, οὐ συγκαταριθμεῖται Αἰακὸς, ὅτε δὲ λέγει τετράτοις, συμπεριλαμβάνει καὶ τὸν Αἰακόν. πρῶτοι μὲν οὖν εἰσιν οἱ περὶ Πηλέα καὶ Τελαμῶνα, δεύτεροι δὲ Ἀχιλλεὺς καὶ Αἴας, τρίτος δὲ ὁ Νεοπτόλεμος· συγκαταριθμουμένου δὲ τοῦ Αἰακοῦ γίνεται τέταρτος. στρατευομένου εἰ δὲ μεθ᾿ Ἡρακλέους ἐπὶ τὸν Λαομέδοντα Πηλεὺς καὶ Τελαμὼν κατὰ τὸν Πίνδαρον, κατὰ δὲ τοὺς ἄλλους μόνος Τελαμών. δεύτεροι δὲ ποιοῦνται στρατείαν μετ᾿ Ἀγαμέμνονος Ἀχιλλεὺς καὶ Αἴας· μετὰ δὲ ταῦτα Νεοπτόλεμος στρατεύσας αἱρεῖ τὴν Ἴλιον. τὸ σημαινόμενον οὖν ἐστι, πρώτοις τοῖς περὶ Πηλέα, τετάρτῳ δὲ τῷ Νεοπτολέμῳ συγκαταριθμουμένου τοῦ Αἰακοῦ.

[*]()b. ἄλλως· πρώτοις ἄρξεται καὶ τετράτοις: ἁλωθήσεται δὲ ἡ Τροία οὐ χωρὶς τῶν σῶν ἐκγόνων, ἀλλ᾿ ἀρχὴν μὲν ἕξει τοῦ πορθεῖσθαι ἀπὸ τῶν σῶν παίδων (τῶν περὶ τὸν Πηλέα λέγει καὶ Τελαμῶνα· οὗτοι γὰρ συνεστράτευσαν Ἡρακλεῖ ἐπὶ τὴν Ἴλιον διὰ τοὺς Λαομέδοντος ἵππους), ἁλωθήσεται δὲ ὑπὸ τῶν τετάρτων ἀπὸ σοῦ· ἔστι δὲ ὁ Πύρρος. [*]()

c. ἅμα οὖν πρώτοις ἄρξεται καὶ τετάρτοις· πρῶτοι γὰρ, ὡς προείπομεν, ἐπολέμησαν τοῖς Τρωσὶν οἱ συστρατεύσαντες Ἡρακλεῖ, ὡς καὶ Ὅμηρος μνημονεύει (E 638 sqq.)· καὶ τετάρτοις· Πύρρον λέγει τὸν καὶ Νεοπτόλεμον· τέταρτος [*]() γὰρ ἐξ Αἰακοῦ. | Αἰακοῦ γὰρ Πηλεὺς, οὗ Ἀχιλλεὺς, οὗ Νεοπτόλεμος. τὸ τοίνυν τῶν δρακόντων σημεῖον πρὸς τοῦτο ἔχει τὴν ἀναφοράν.[*]()

1.253

a. ὧς ἄρα θεὸς σάφα εἴπας: ταῦτα τὰ περὶ τῶν [*]() δρακόντων σημεῖα σαφῶς διαλύσας ὁ Ἀπόλλων εἰς τοὺς ἰδίους ἐστέλλετο κλήρους.

b. (εἴπας:) σημείωσαι τὸ εἴπας. [*]()

a. Ξάνθον ἤπειγεν: ποταμὸς Λυκίας· ἀφ᾿ οὗ δηλοῖ [*]() ὅτι εἰς Λυκίαν ἠπείγετο.

b. ἤπειγε δὲ ἀντὶ τοῦ ἠπείγετο, ἐνεργητικὸν ἀντὶ παθητικοῦ.

c. Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας: ἀπὸ κοινοῦ [*]() τὸ ἔσπευδεν, | εἰς τὰς Ἀμαζόνας, οὔσας παρὰ τῷ Θερμώδοντι [*]() ποταμῷ τῆς Παφλαγονίας· ἵν᾿ ἔχῃ τὸ ἑξῆς οὕτω, κατὰ τὸν τῆς χωρογραφίας λόγον· πρῶτον μὲν εἰς Λυκίαν ἔσπευδεν· | ἔπειτα εἰς τὰς Ἀμαζόνας· εἶτα ἐκεῖθεν διέβαινεν [*]() εἰς Σκυθίαν καὶ ἐπὶ τὸν Ἴστρον ποταμὸν (λέγει δὲ τοὺς Ὑπερβορέους) παρεγένετο. καὶ τὰ μὲν πρῶτα χωρία τῆς Ἀσίας εἰσὶ, τὰ δὲ δεύτερα τῆς Εὐρώπης.

d. Ξάνθον ἤπειγεν: ἔσπευδεν.

e. ἐκ δὲ τούτου [*]() εἰς Λυκίαν· ἱερὰ γὰρ τῷ θεῷ.

Ἴστρον ἐλαύνων: εἰς Ὑπερβορέους, ἔνθα Ἴστρος [*]() τὰς πηγὰς ἔχει.[*]()

a. ὀρσοτρίαινα: ὁ μὲν οὖν Ἀπόλλων, φησὶν, εἰς [*]() τὸν Ξάνθον καὶ εἰς τὸν Ἴστρον ἠπείγετο· ὁ δὲ Ποσειδῶν εἰς Ἰσθμὸν ἤλαυνε χωριζόμενος ἐκ τῆς Τροίας καὶ ἀποπέμπων τὸν Αἰακὸν δεῦρο, τουτέστιν εἰς Αἴγιναν. θηλυκῶς τὴν Ἰσθμὸν, ὡς ἐν ἄλλῳ (O. VII, 148 vulg.)

b. ὀρσοτρίαινα δ᾿ ἐπ᾿ Ἰσθμῷ ποντίᾳ: κλητικὴ [*]() ἀντὶ εὐθείας, ὡς καὶ παρ᾿ Ὁμήρῳ (Π 33)· ἱππότα Πηλεύς.

c. ὁ δὲ νοῦς· ὁ δὲ ὀρσοτριαίνης Ποσειδῶν ἐπὶ Ἰσθμοῦ

1.254
τοῦ παραθαλασσίου, ὅς ἐστι πλησίον τῆς Κορίνθου, ἠπείγετο [θεάσασθαι].[*]()

[*]()d. ἐπ᾿ Ἰσθμῷ ποντίᾳ: ἐπίφορός ἐστι πρὸς τὰ θηλυκὰ, ὡς τὸ ἐν αἰνᾷ Ταρτάρῳ (P. I 15)· ὡς καὶ νῦν τῇ Ἰσθμῷ.[*]()

[*]()a. ἅρμα θοὸν τάνυεν: εἰς δρόμον παρώξυνεν. Ὅμηρος (Π 375)· τανύοντο δὲ μώνυχες ἵπποι.

[*]()b. τάνυεν: ἀπὸ τοῦ παρακολουθοῦντος ἀντὶ τοῦ ἤλαυνεν. Ὅμηρος (l. l.)· τανύοντο δὲ μώνυχες ἵπποι. ὅταν γὰρ τρέχωσι, τείνονται.[*]()

[*]()ἀποπέμπων Αἰακὸν δεῦρο: εἰς τοῦτον τὸν τόπον· ὑπόκειται γὰρ τὸ ἐγκώμιον ἐν Αἰγίνῃ. ἀπὸ τοῦ χοροῦ δὲ ὁ λόγος.[*]()

[*]()δεῦρ᾿ ἵπποις: δεῦρο, εἰς τοῦτον τὸν τόπον. ἐν Αἰγίνῃ.[*]()

[*]()Κορίνθου δειράδα: ἐν γὰρ τῇ Κορίνθῳ τιμᾶται ὁ Ποσειδῶν. δειράδα δὲ κυρίως τὸν τράχηλον, καταχρηστικῶς δὲ πάντα τὰ ἆθλα. ὁ δὲ Ἰσθμὸς στενοῦται ὡς ἐπὶ σώματι τράχηλος.[*]()

[*]()δαιτικλυτάν: τὴν τὰς θυσίας αὐτῷ καὶ τὰς τιμὰς ἐνδόξως τελοῦσαν.[*]()