Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
l. ἢ οὕτω· τελειοῦνται δὲ τὰ μαντεῖα ταῖς τῶν ἀνδρῶν εὐσεβείαις, ὅτι πείθοντες λιταῖς τοὺς θεοὺς λαμβάνουσι χρησμούς. τοῦτο δὲ λέγει, ἐπεὶ οὐ παντὶ ἀνθρώπῳ μαντεύεται τὸ θεῖον, ἀλλὰ τοῖς εὐσεβέσιν.[*]()
[*]()a. ἀλλ᾿ ὦ Πίσας: πρὸς αὐτὸ τὸ τῆς Πίσης ἄλσος διαλέγεται· ἢ πρὸς τὸ Πάνθειον, ὅπου αἱ ἐλαῖαι φύονται· ἢ πρὸς τὸν τόπον ὅπου οἱ ἀνδριάντες τῶν νικησάντων ἀνάκεινται.
[*]()b. ἀλλ᾿ ὦ Πίσας εὔδενδρον: ἤτοι λείπει τὸ ἔχων ἢ φιλῶν, τὸ τῆς Πίσης ἄλσος, ἵν ᾖ πρὸς τὸν Δία λέγων· ἢ πρὸς αὐτὸ τὸ ἄλσος τῆς Ὀλυμπίας λέγει, ὅπερ [*]() ἀνάκειται τῷ Διὶ τῷ τῆς Πίσης.
c. τὸ εὔδενδρον ἄλσος [*]() τὸ ὂν ἐπὶ τῷ Ἀλφειῷ.