Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
c. νομὸν δὲ τὴν [*]() κατανομήν.
d. (εὔθυν᾿:) ἤγουν ὀρθὸν ποίησον. γράφεται καὶ εὐθὺν.
[*]()e. ἀμφιθάλασσον: ἀμφιθάλασσον νομὸν τὴν Ῥόδον, καθὸ νῆσος οὖσα περιείργεται θαλάσσῃ.
f. νομὸν δὲ, κατανέμησιν.
[*]()(νομόν:) κατανομήν.
[*]()a. βρέχε θεῶν βασιλεύς: τοῦτο ἐκ τοῦ Ὁμηρικοῦ στίχου τοῦ ἀθετουμένου μετενήνεκται (Β 670)·
καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.ὅτι ἄρα νεφέλην ἐπιστήσας τοῖς Ῥοδίοις χρυσὸν ἔχευε· ἢ ὅτι πολὺν χύδην πλοῦτον αὐτοῖς κατεσκεύασεν, ὁμοίως τῷ (ο 426)·
κούρη δ᾿ εἴμ᾿ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο.
χρυσέαις νιφάδεσσι: τοῦτο ἄντικρυς ἐκ τοῦ ἀθετουμένου [*]() Ὁμηρικοῦ στίχου εἴληφεν ὁ Πίνδαρος (l. c.)·
καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.
a. χαλκελάτῳ πελέκει: ἐν τοῖς Μουσαίου Παλαμάων [*]() λέγεται πλῆξαι τοῦ Διὸς τὴν κεφαλὴν, ὅτε τὴν Ἀθηνᾶν ἐγέννα· ἔνιοι δὲ τὸν Προμηθέα λέγουσι· Σωσίβιος δὲ Ἑρμῆν φησι· Ἀριστοκλῆς δὲ νέφει συγκεκρύφθαι τὴν θεὸν, τὸν δὲ Δία πλήξαντα τὸ νέφος ἐκφῆναι τὴν θεόν.
b. χαλκελάτῳ πελέκει: οἱ μὲν Παλαμάονα λέγουσι [*]() ῥῆξαι τὴν τοῦ Διὸς κεφαλὴν ὅτε Ἀθηνᾶ ἐγεννᾶτο· οἱ δὲ Ἑρμῆν· οἱ δὲ Προμηθέα· Ἀριστοκλῆς δὲ ὑφίσταται τὴν