Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()δωρήσεται: οὐ μόνον προπίνων, ἀλλὰ καὶ τὴν φιάλην χαρίσεται χρυσῆν οὖσαν. δηλοῖ γὰρ τὸ δωρεῖσθαι, ὡς καὶ Ἀνακρέων (fr. 66?)· ὡς καὶ προπίνων χρηστὰς φιάλου. καὶ Δημοσθένης (18, 296) τοὺς προδιδόντας τὴν πατρίδα . . . [*]()

[*]()a. προπίνων: προπίνειν ἐστὶ κυρίως τὸ ἅμα τῷ κράματι τὸ ἀγγεῖον χαρίζεσθαι. Ἀνακρέων (fr. 66)· ἀλλὰ πρόπινε ῥαδινοὺς ὦ φίλε μηρούς· ἀντὶ τοῦ χαρίζου. καὶ Δημοσθένης (18, 296) τοὺς προδιδόντας τὰς πατρίδας τοῖς [*]() ἐχθροῖς προπίνειν ἔφη τοῖς ἐχθροῖς.[*]()

b. ἄλλως· τινὲς προπέμπων λέγουσι, τὸ δὲ προπίνων παλαιὸν σφάλμα φασὶ [*]() τῶν γραψάντων.

c. νεανίᾳ δὲ γαμβρῷ, τῷ ἀκμαίῳ νυμφίῳ· γαμβρὸν γὰρ κυρίως τὸν νυμφίον λέγουσι δηλονότι.

[*]()a. οἴκοθεν: διὰ γὰρ τὴν οἰκειότητα αἱ οἰκίαι κοιναί εἰσι τοῦ πενθεροῦ καὶ τοῦ γαμβροῦ.[*]()

[*]()b. πάγχρυσον κορυφάν: τὸ μὲν πάγχρυσον ὡς πρὸς τὴν φιάλην, ἵν᾿ ᾖ ἡ φιάλη ὅλη χρυσῆ.

c. τὸ δὲ κορυφὰν κτεάνων, ὅτι ἀξιοπρεπέστερος τῶν τοῦ πλούτου χρημάτων ὁ χρυσός. κορυφὰν οὖν τὸ κεφάλαιον καὶ ἄκρον [*]() ἀκουστέον.[*]()

d. ἐξ Ὁμήρου τοῦτο παρέξεται φάσκοντος· τῷ κτέρας οὐδὲν ὅμοιον (K 216 cl. Ω 235).

1.201

a. συμποσίου τε χάριν: ἀντὶ τοῦ τῶν ἐν τῷ συμποσίῳ. [*]()ποσίῳ.

b. ὅπως καὶ δόξῃ χαριστικός τις εἶναι παρὰ τοῖς [*]()πίνουσιν.

c. κᾶδός τε· τὴν κατ᾿ ἐπιγαμίαν οἰκειότητα τιμῶν [*]() τῷ δώρῳ τῆς χρυσῆς φιάλης. ἔνθεν καὶ κηδεστής.[*]()

d. κᾶδός τε τιμάσας ἑόν: τὸ κῆδος. τὴν συγγένειαν· [*]() ἔοικε γὰρ ὁ δωρούμενος πατὴρ εἶναι τῆς γαμηθείσης τῷ νεανίᾳ νύμφης.[*]()

a. ζαλωτόν: ζηλωτὸν ἐκεῖνον αὐτοῖς ἐποίησεν ἕνεκεν [*]() τῆς ὁμοφροσύνης αὐτοῦ πρὸς τὴν σύνευνον. διὰ γὰρ αὐτὸ τοῦτο δηλονότι παρὰ τοῦ πατρὸς αὐτῆς ἐτιμᾶτο.

b. προσληπτέον δὲ εἰς τὸν πλήρη λόγον τὴν ἕνεκα, ἵν᾿ ᾖ· φίλων δὲ παρόντων ἐποίησεν αὐτὸν ζηλωτὸν ἕνεκα τῆς ὁμόφρονος εὐνῆς.[*]()

a. καὶ ἐγὼ νέκταρ χυτόν: αὐτόχυτον καὶ ἄκρατον. [*]()[*]()

b. νέκταρ τὸ ποίημα εἶπε· Μοισᾶν δὲ δόσιν, [*]() τὴν μουσικὴν καὶ τοὺς ὕμνους.

c. ἱλάσκομαι, ἱλαροὺς ποιῶ.

d. καρπὸν φρενός: τὴν ποίησιν καὶ τὴν [*]() ἐπίνοιαν τῶν ποιημάτων καρπὸν εἶπε φρενός.

e. νέκταρ χυτόν: καὶ ἐγὼ τὴν τῶν Μουσῶν δόσιν, [*]() ἥτις ἐστὶ νέκταρ χυτὸν καὶ αὐτὸ ἄκρατον· οὐ γὰρ ἐπιδέεται τοῦτο συγκράσεως, ὥσπερ οἶνος χωρὶς ὕδατος· . . . . [*]()

ἱλάσκομαι: ἱλαροὺς ποιῶ τοὺς τὸν ὕμνον λαμβάνοντας [*]() νικηφόρους, ὡς ὁ προπίνων πενθερὸς τῷ γαμβρῷ τὴν φιάλην καὶ δωρούμενος λαμπρὸν κατασκευάζει τὸν λαμβάνοντα καὶ γεγηθότα.[*]()

a. ὁ δ᾿ ὄλβιος: οὗτος δέ ἐστιν εὐδαίμων, ὃν ἀγαθὴ [*]()

1.202
δόξα καὶ φήμη κατέχει.

b. ἤτοι γνωμικῶς· ἢ ἰδίως, ὃν ἂν εὐφημήσω.

[*]()c. ὄλβιος: καθόλου πᾶς ὁ καλῶς ἀκούων ὄλβιός ἐστιν . . . φῆμαι ἀγαθαὶ κατέχουσιν ἐκ τῶν ἐμῶν ποιημάτων, οἷον τὸν ὑπ᾿ ἐμοῦ μνησθέντα.[*]()

[*]()a. ἄλλοτε δ᾿ ἄλλον: τὸ ἑξῆς· ἄλλοτ᾿ ἄλλον ἡ Χάρις ἐποπτεύει. [τὸν] κομίζονται τῶν κακοπαθειῶν τὴν χάριν οἱ ὑμνηθέντες.

b. δύναται δὲ καὶ ἡ χάρις ἐποπτεύειν ἅμα μὲν ἁδυμελεῖ φόρμιγγι παμφώνων τε ἐν ἔντεσιν αὐλῶν ὅπερ νικῶσι τοῖς νικηφόροις συμβαίνει ποιεῖν.

c. περιφραστικῶς εἶπε τοὺς αὐλοὺς ἔντεα παρὰ τὸ ἔσω τὴν φωνὴν ἔχειν.

[*]()d. ἄλλοτε δ᾿ ἄλλον ἐποπτεύει χάρις: Ἀρίσταρχος χάριν ἀκούει τὴν τῆς εὐδαιμονίας· βέλτιον δὲ τὴν τῶν ποιημάτων.

e. ζωθάλμιος δὲ, ἡ θάλλειν αὐτοὺς ποιοῦσα καὶ οἱονεὶ ζῆν διαπαντὸς μνημονευομένους.

[*]()f. ἄλλως· ἐποπτεύει χάρις: ἡ τῶν ποιημάτων ἡδονή.

g. ὁ δὲ νοῦς· [ἄλλοτε δ᾿ ἄλλον ἡ ζωθάλμιος χάρις, ἡ τῆς νίκης,] καταλαμβάνει δὲ καὶ ἐποπτεύει ἡ χάρις τοὺς νικηφόρους σύν τε κιθάρᾳ καὶ αὐλοῖς ποικίλως φθεγγομένοις.

h. ζωθάλμιος ἀντὶ τοῦ ζῶσα καὶ θάλλουσα.

1.203

ἔντεσιν αὐλῶν: περιφραστικῶς τοῖς αὐλοῖς, οὓς [*]() ἔντεα εἶπε παρὰ τὸ ἐντὸς ἔχειν τὴν φωνήν.

a. καὶ νῦν ὑπ᾿ ἀμφοτέρων: μετὰ αὐλῶν καὶ [*]() λύρας.

b. ἡ δὲ ὑπό ἀντὶ τῆς μετά· καὶ Ὅμηρος (Σ 492)· δαΐδων ὑπὸ λαμπομενάων.

c. κατῆλθον οὖν ἀπὸ Θήβης [*]() εἰς τὴν Ῥόδον, εἰς τὴν τοῦ νικηφόρου πατρίδα.

a. τὰν ποντίαν: διὰ τὸ εἶναι αὐτὴν νῆσον, διὰ [*]() τοῦτο ποντίαν εἶπε.

b. κατέβαν δὲ, κατῆλθον ἀπὸ Θήβης ἐπὶ τὴν Ῥόδον, ὑμνῶν αὐτὴν μετὰ αὐλῶν καὶ κιθάρας.

c. τὰν ποντίαν ὑμνέων παῖδ᾿ Ἀρφοδίτας: σύνηθες [*]() τῷ Πινδάρῳ τὰ τῶν Νηρηίδων ὀνόματα κατὰ τῶν πόλεων τῶν ὁμωνύμως λεγομένων τάττειν, καὶ τοὔμπαλιν· ἔστι δὲ ὅτε καὶ συμπλέκειν, ὥσπερ καὶ νῦν. παῖδα Ἀφροδίτης μὲν γὰρ λέγει τὴν ἡρωίδα· ὅτι δὲ ποντίαν ὀνομάζει, τὴν νῆσον βούλεται δηλοῦν. ἐὰν δὲ γράφηται παῖδα Ἀμφιτρίτης, ὡς Ἀμφιτρίτης αὐτῆς καὶ Ποσειδῶνος οὔσης τῆς Ῥόδου θυγατρός. κατὰ δὲ ταύτην τὴν γραφὴν τὸ ποντία οὐκέτι ἐπὶ τῆς νήσου θετέον, | ἀλλ᾿ ἐπὶ τῆς Ἀμφιτρίτης· [*]() καὶ γὰρ αὕτη ἐνάλιος δαίμων.

d. Ἀσκληπιάδης δέ φησι γενεαλογεῖσθαι τὴν Ῥόδον Ἀφροδίτης καὶ Ἡλίου· τὸν γὰρ Ἥλιον αὐτῆς ἐρασθῆναι καὶ ἐν αὐτῇ τῇ νήσῳ μιγῆναι.

e. ἄλλως· ποντίαν παῖδ᾿ Ἀφροδίτας: τὴν Ῥόδον. [*]() διὰ τὸ εἶναι δὲ νῆσον ποντίαν εἶπεν.

c. οὐχ ὥς τινες

1.204
ἠβουλήθησαν, ἐξ Ἡλίου καὶ Ἀφροδίτης τὴν νύμφην γεγενῆσθαι· ἐναντίον γὰρ τὸ ἐπαγόμενον Ἀελίοιό τε νύμφαν· ἀλλ᾿ ἀκουστέον τὴν Ῥόδον Ἀφροδίτης παῖδα διὰ τὸ ἀνθηρὸν καὶ χαριέστατον, νύμφην δὲ Ἡλίου. λέγεται γὰρ θεασάμενος τὴν νύμφην καὶ ἐρασθεὶς, εἶτα ἁρπάσας ἐν τῇ ὁμωνύμῳ νήσῳ συγγενέσθαι· ἵνα τὸ μὲν ποντίαν παῖδ᾿ Ἀφροδίτας ἐπ᾿ αὐτῆς τῆς νήσου λάβωμεν, τὸ δὲ Ἀελίοιό τε νύμφαν ἐπ᾿ αὐτῆς τῆς ἡρωίδος ἀκούσωμεν.

[*]()f. παῖδ᾿ Ἀφροδίτης εἶπε τὴν Ῥόδον διὰ τὸ κάλλος τῆς νήσου. Ἡρόφιλος δὲ Ποσειδῶνος καὶ Ἀφροδίτης τὴν Ῥόδον εἶναί φησι, Ἐπιμένιδης (FHG IV, 404) δὲ αὐτὴν Ὠκεανοῦ γενεαλογεῖ· ἀφ᾿ ἧς τὴν πόλιν ὠνομάσθαι. τινὲς δὲ αὐτήν φασι κληθῆναι οὕτω διὰ τὸ σπουδαῖα ἔχειν ῥόδα· οἱ δὲ διὰ τὸ ῥοώδη εἶναι τὰ περὶ αὐτήν.

[*]()g. ἄλλως· ὅτι Ἀφροδίτης φησὶ γενέσθαι Ῥόδον θυγατέρα, ἀφ᾿ ἧς κληθῆναι τὴν νῆσον, Ἡλίου δὲ νύμφην.

h. Ἡλίου καὶ Ῥόδης ἐγένοντο παῖδες ἑπτὰ καὶ θυγάτηρ Ἠλεκτρυώνη.[*]()

[*]()Ἀφροδίτας: Ποσειδῶνος καὶ Ἀφροδίτης Ἡρόδωρος γενεαλογεῖ παρ᾿ Ἡροφίλῳ, οἱ δὲ Ποσειδῶνος καὶ Ἀμφιτρίτης. οἱ δὲ ὅτι εὐπρεπὴς ἡ Ῥόδος διὰ τὸ κάλλος.

[*]()Ἀελίοιό τε: Ἥλιος ἰδὼν αὐτὴν ἥρπασε καὶ ἐμίγη αὐτῇ ἐν τῇ ἀπ᾿ αὐτῆς κληθείσῃ Ῥόδῳ.[*]()

[*]()a. εὐθυμάχαν: ἤτοι μὴ ἐπιστρεφόμενον ἐν τῷ

1.205
πυκτεύειν, ἢ ἐπ᾿ εὐθείας ἐρχόμενον ἐν μάχῃ.

b. τὸ δὲ πελώριον οὐκ ἀργῶς, ἀλλ᾿ ἐπεὶ τετράπηχυς ἦν καὶ ε΄ δακτύλων.

c. εὐθυμάχαν δὲ τὸν ἐξ εὐθείας ἀγωνιζόμενον.[*]()[*]()

a. πελώριον ἄνδρα: οὐ παρὰ τὸ παρατυγχάνον [*]() ἐνεγκωμίασε τὸν ἄνδρα Διαγόραν, ἀλλὰ συμφώνως τοῖς προτέροις οἷς ἐξηγησάμεθα περὶ αὐτοῦ, ὅτι τεσσάρων πηχῶν καὶ πέντε δακτύλων ὁ Διαγόρας. [*]()

b. (πελώριον:) τεσσάρων γὰρ ἦν πηχῶν. [*]()

c. παρ᾿ Ἀλφειῷ: ἤγουν ἐν Ὀλυμπίᾳ. [*]()

(ἄποινα:) ἀντίδωρα. [*]()

a.καὶ παρὰ Κασταλίᾳ: οὐ μόνον γὰρ Ὀλύμπια [*]() ἐνίκησεν, ἀλλὰ καὶ Πύθια· Κασταλία γὰρ κρήνη ἐν Πυθοῖ.

b. παρὰ Κασταλίᾳ: ὡς καὶ Πύθια νικήσαντος τοῦ Διαγόρου.

c. παρὰ Κασταλίᾳ: ἐνίκησε γὰρ καὶ Πύθια· ἡ δὲ [*]() Κασταλία κρήνη ἐν Πυθῶνι. πρὸς δὲ τοῦτο κοινῶς συναπτέον τὸ στεφανωσάμενον, παρά τε Ἀλφειῷ καὶ Κασταλίᾳ.[*]()

a.Δαμάγητον: τὸν τοῦ Διαγόρου πατέρα.[*]()

b.ἁδόντα δίκᾳ: ἀντὶ τοῦ δίκαιον ὄντα.

c. πατέρα τε Δαμάγητον ἁδόντα δίκᾳ: ἀρέσαντα [*]() τῇ δικαιοσύνῃ, ἀντὶ τοῦ δίκαιον.[*]()

d. ὁ δὲ νοῦς [*]() ὅλος οὕτως ἔχει· κἀγὼ τοίνυν ἐπὶ τοῦ παρόντος σὺν ἀμφοτέροις ἦλθον, τῇ τε λύρᾳ καὶ τοῖς αὐλοῖς, ὥστε ἅμα τῷ νικητῇ Διαγόρᾳ τὴν τοῦ Ἡλίου μὲν νύμφην, Ἀφροδίτης δὲ παῖδα Ῥόδον ὑμνῆσαι, ὅπως τοῦτον τὸν εὐθύμαχον ἄνδρα τὸν Διαγόραν τὸν πελώριον καὶ μέγιστον, τὸν παρὰ τῷ

1.206
Ἀλφειῷ ἐν τῇ Ὀλυμπίᾳ στεφθέντα, διὰ τὴν πυγμὴν τοῖς ὕμνοις ὡς ἀποίνοις καὶ δώροις ὑμνήσω, στεφθέντα δὲ καὶ παρὰ τῇ Κασταλίᾳ τῇ ἐν Πυθοῖ· αἰνέσω δὲ καὶ τὸν πατέρα αὐτοῦ [Διαγόρα] τὸν Δαμάγητον, τὸν ἀρέσκοντα τῇ δίκῃ, τὸν ὅσιον καὶ εὐσεβῆ.[*]()

[*]()e. πατέρα τε Δαμάγητον: τὸν τοῦ Διαγόρου. [*]() πάλιν δὲ τούτῳ κοινῶς συναπτέον τὸ αἰνέσω, | πατέρα τε Δαμάγητον πελώριόν τε ἄνδρα.[*]()

[*]()f. (ἁδόντα:) ἀρέσαντα.

[*]()a. Ἀσίας εὐρυχώρου: τινὲς τὴν Ῥόδον φασὶ κεῖσθαι καταντικρὺ τῶν Χελιδονίων νήσων, αἵ εἰσιν ἐπὶ τῆς Λυκίας. οἱ δὲ τὸν Κάρμηλον. Θεότιμος (FHG IV, 517) δὲ ἐν . . . τῶν περὶ τοῦ Νείλου ὅρου ἱστοριῶν διὰ τοῦ ῡ γράφει εὔβολον, καὶ οὕτως προσαγορεύεσθαι διὰ τὸ ἐν καλῷ τόπῳ κεῖσθαι τὴν νῆσον· καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ φαμὲν εὐβόλως διακεῖσθαι τὰ πράγματα ὅταν ᾖ καλῶς διακείμενα· ὥστε τὴν μεταφορὰν ἀπὸ τῶν ἁλιέων εἶναι.

b. ἢ ὅτι ἐν ἐξέχοντι τόπῳ κεῖται.

c. ἢ ὥσπερ τριήρει οὖσα ὁμοία καὶ Ἀσίας εὐρυχώρου πέλας οὖσα.