Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. Ἀσίας ἐμβόλῳ: τούτους δὲ ὑμνήσω τοὺς τὴν [*]() τρίπολιν νῆσον οἰκοῦντας Ῥόδον, τὴν οὖσαν πλησίον τοῦ ἐμβόλου τῆς εὐρυχώρου Ἀσίας. ἔμβολος δὲ Ἀσίας ἡ Λυκία, διὰ τὸ οὕτω παρατετάσθαι τὴν γῆν ὡσεὶ πόλεως ἔμβολον ἢ τριήρους. ἔμβολα γὰρ τὰ τῶν πλοίων ὀξέα, ἃ δὴ καὶ σιμώματα καλοῦσιν.[*]()
b. [Ἀσίας ἐμβόλῳ:] δύναται καὶ ἑτέρως ἑρμηνεύεσθαι [*]() τὸ πέλας ἐμβόλῳ ναίοντας. ἡ γὰρ Ῥόδος ἀντικρὺ κεῖται τῆς Λυκίας καὶ πλησίον· ἐν Λυκίᾳ δέ ἐστι πόλις Ἀρύκανδα λεγομένη, ἧς πλησίον ἱερόν τι χωρίον, ὃ πρότερον μὲν Ἔμβολος ἐκαλεῖτο | διὰ τὴν θέσιν τοῦ χωρίου· [*]() ἐκ γὰρ πολλῶν καὶ πλατέων τῶν παρακειμένων πετρῶν εἰς ὀξὺ λήγει μέρος ἡ χώρα· | νῦν δὲ προσονομάζεται Τριήρης [*]() ἀπὸ τῆς αὐτῆς αἰτίας, ἐπεὶ ὥσπερ πλοίῳ προσέοικεν ἡ θέσις
c. σημείωσαι ὅτι εἰς Ῥόδον τόπος ἐστὶν ἀποτείνων εἰς ὀξὺ κατὰ Λυκίαν ἐμβόλῳ παραπλήσιος.[*]()
[*]()a. ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς: ἐθελήσω, φησὶ, τοῖς Ἡρακλείδαις, τοῖς ἀπὸ Τληπολέμου Ῥοδίοις, κοινὸν ἐξ ἀρχῆς διορθῶσαι λόγον, τουτέστιν ἀκριβῶσαι καὶ διασημῆναι. [*]()μῆναι.
b. τρεῖς ἀμφιβολίας ἔχει· ἤτοι γὰρ καθόλου πάντων ἀνθρώπων κοινὸν λόγον, ἢ αὐτῶν τῶν Ῥοδίων, ἢ ἔξωθεν ληπτέον τὸ ὥς, ἵνα ᾖ· ὥστε ξυνῶσαι καὶ πᾶσιν ἀνθρώποις εἰς μέσον ἀγαγεῖν.
[*]()c. ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου: βούλομαι οὖν τοῖς ἐξ ἀρχῆς οὖσιν ἀπὸ Τληπολέμου Ῥοδίοις κοινόν τινα καὶ προσήκοντα λόγον εἰπεῖν καὶ διακριβῶσαι· οἵτινές εἰσι Τληπολεμίδαι οἱ Ῥόδιοι ἐκ τῆς τοῦ Ἡρακλέος γέννης. βούλεται δὲ τῆς τοῦ Τληπολέμου φυγῆς ὑπεραπολογήσασθαι. [*]() ὁ γὰρ | Τληπόλεμος Λικύμνιον τὸν Ἠλεκτρύωνος
Τληπόλεμος δ᾿ ἐπεὶ οὖν τράφη ἐν μεγάρῳ ἐυπήκτῳ, αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα.λέγεται δὲ κατὰ τὴν βασιλείαν Τληπολέμου μάλιστα εὐδαιμονῆσαι Ῥοδίους, ὡς καὶ Ὅμηρος μαρτυρεῖ (Β 670)·
καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.ἔστι δὲ αὐτοῦ ἱερὸν καὶ τάφος ἐν Ῥόδῳ· | οἱ γὰρ συστρατευσάμενοι [*]() αὐτῷ διήγαγον τὰ ὀστᾶ ἀπὸ τῆς Ἰλίου εἰς τὴν Ῥόδον, οὐκ εὖ ἔχειν κρίναντες τὸ ἄνευ τοῦ βασιλέως ἐπινοστῆσαι τῇ πατρίδι. τελεῖται δὲ καὶ ἀγὼν ἐπιτάφιος ἐν τῇ πόλει Τληπολέμου, κατὰ δὲ ἑτέρους ἱερὸς Ἡλίῳ· ἀγωνίζονται δὲ παίδων ἡλικίαι καὶ στέφονται ἐκ λεύκης.
ἀπὸ Τλαπολέμου: ἐπεὶ ὁ Τληπόλεμος φυγὼν ἐξ [*]() Ἄργους διὰ τὸν Λικυμνίου τοῦ μήτρωος φόνον ἀπῄει μετὰ νεῶν καὶ κατὰ χρησμὸν ᾤκισε Ῥόδον. Ὅμηρος (l. c.)·
Τληπόλεμος δ᾿ ἐπεὶ οὖν τράφεν ἐν μεγάρῳ ἐυπήκτῳ, αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα ἤδη γηράσκοντα Λικύμνιον, ὄζον Ἄρηος.διὸ καὶ ἔφυγεν.
[*]()a. ξυνόν: κοινῶς πᾶσι διηγήσασθαι.
b. ὥστε ποιῆσαι κοινὸν πᾶσι καὶ εἰς πάντας ἀγαγεῖν.