Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. Δίδυμος δέ φησιν ἐν Σικελίᾳ εἶναι ὄρος Ἀταβύριον, ὡς Τίμαιός φησι· καλεῖται δὲ καὶ ὁ Ἀταβύριος. εἰσὶ δὲ καὶ βόες χαλκοῖ ἐπὶ τῷ ὄρει τῆς Ῥόδου, οἳ ὅταν μέλλῃ τι τῇ πόλει γίνεσθαι κακὸν μυκῶνται.

a. τίμα μὲν ὕμνου: περιφραστικῶς τὸν ὕμνον [*]() τὸν Ὀλυμπιόνικον. ἢ τὸν Διαγόραν· οὗτος γὰρ νόμος ἐγένετο νικήσας τοῦ ὕμνου. βέλτιον δὲ τὸ πρότερον· ἐπιφέρει γάρ· ἄνδρα τε πὺξ ἀρετὰν εὑρόντα.

[*]()b. (ὕμνου τεθμόν:) περιφραστικῶς τὸν ὕμνον.

c. τὸ σημεῖον ὅτι τὴν θέσιν δηλοῖ.

1.234

[*]()a. (ἄνδρα τε:) ἀπὸ κοινοῦ τὸ τίμα.

[*]()b. πὺξ ἀρετάν: τὸν τὴν ἀρετὴν εὑρόντα κατὰ τὴν πυκτικήν. Ὅμηρος (Ψ 634)· πὺξ μὲν ἐνίκησα, ἀντὶ τοῦ πυγμῇ.

c. τὸν διὰ πυγμῆς ἀρετὴν εὑρόντα.

[*]()δίδοι τέ οἱ αἰδοίαν χάριν: ὁ νοῦς· δίδου τε αὐτῷ αἰδοίαν χάριν καὶ παρὰ τῶν πολιτῶν καὶ παρὰ τῶν ξένων, ἐπειδὴ τὴν ἐχθρὰν τῆς ὕβρεως ὁδὸν βαδίζει, ἀντὶ τοῦ ἐπεὶ πάντας δι᾿ αἰδοῦς ἔχει καὶ τιμῆς.

[*]()(ὕβριος ἐχθρὰν ὁδόν:) τὴν δικαιοσύνην λέγει.

[*]()a. σάφα δαείς: σαφῶς μεμαθηκὼς ἃ οἱ πατέρες αὐτῷ ἐχρησμῴδησαν καὶ ὑπέθεντο.

[*]()b. σάφα δαείς: ταῦτα λοιπὸν ὡς πρὸς ἑαυτόν φησιν ὁ ποιητής· σαφῶς γνοὺς ἅτινα αὐτῷ αἱ τῶν ἀγαθῶν αὐτοῦ πατέρων ὀρθαὶ φρένες ἐξέχραον, οἱονεὶ ἐχρησμῴδουν καὶ παρῄνουν. ὡς περὶ εὐσεβῶν δὲ λίαν ὑπαινίττεται.