Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. τά τ᾿ ἐν Ἀρκαδίᾳ: ἐν Ἀρκαδίᾳ πολλοὶ ἀγῶνες [*]() ἄγονται· Λύκαια· Κόρεια· Ἕρμαια.
b. τά τ᾿ ἐν Ἀρκαδίᾳ: ἀπὸ κοινοῦ τὸ ἔγνω νιν· [*]() ἐγνώρισε δὲ αὐτὸν νικῶντα καὶ τὰ ἐν Ἀρκαδίᾳ ἆθλα. τελεῖται δὲ ἐν Ἀρκαδίᾳ τὰ Λύκαια ἀνακείμενα τῷ Λυκαίῳ Διί.
c. τὰ δὲ ἔργα τινὲς οὕτως ἀκούουσιν· ἐπειδὴ οἱ [*]() αὐτόθι νικῶντες σκεύεσι τιμῶνται.
d. ἄλλως· Πολέμων (FHG III, 123) ἐν τῷ περὶ τῶν Θήβησιν Ἡρακλείων φησὶ χαλκὸν τὸ ἆθλον εἶναι τοῖς ἐν Ἀρκαδίᾳ Λυκαίοις· ὥστε ἀπὸ κοινοῦ τὰ ἔργα καὶ τὸν χαλκὸν ληπτέον, ὅταν φησὶν ὁ Πίνδαρος· ὅ τ᾿ ἐν Ἄργει χαλκὸς ἔγνω νιν τά τε ἐν Ἀρκαδίᾳ ἔργα καὶ Θήβαις. δίδοται γὰρ ἐν ταύταις τρίπους χαλκοῦς.
[*]()a. καὶ Θήβαις: ἐν μὲν Θεσπιαῖς Ἐρώτια· ἐν ταῖς Πλαταιαῖς τὰ Ἐλευθέρια. ταῦτα Ἀριστόνικος· ὁ δὲ Δίδυμος Βασίλεια καὶ Ἀμφιάρεια καὶ Δήλια ἐπὶ Δηλίῳ καὶ Τροφώνεια ἐν Λεβαδείᾳ.
[*]()b. ἀγῶνές τ᾿ ἔννομοι Βοιωτῶν: πάλιν ἀπὸ κοινοῦ τὸ ἔγνω νιν.
c. τελοῦνται δὲ ἐν Βοιωτίᾳ διάφοροι [*]() ἀγῶνες· | ἐν μὲν Θεσπιαῖς τὰ Ἐρωτίδια· ἐν δὲ Πλαταιαῖς τὰ Ἐλευθέρια· ἐν δὲ Λεβαδείᾳ τὰ Τροφώνια· ἐν δὲ Ὠρωπῷ τὰ Ἀμφιάραια.
[*]()a. Πελλάνα τε: ἐν Πελλήνῃ τῇ Ἀχαϊκῇ ἐνίκησε. καλεῖται δὲ ὁ ἀγὼν Θεοξένια· ἐδίδοτο δὲ ἆθλον χλαῖνα.
[*]()b. Πελλάνα τ᾿ Αἴγινά τε: πάλιν τὸ ἔγνω νιν· ἐγνώρισε δὲ τὸν Διαγόραν ἥ τε Πελλήνη καὶ ἡ Αἴγινα [*]() ἑξάκις νενικηκότα.
c. τελεῖται δὲ ἐν μὲν Πελλήνῃ τῆς Ἀχαΐας ἀγὼν ὁ καλούμενος Θεοξένια· τινὲς δὲ, καὶ τὰ Ἕρμαια· τὸ δὲ ἆθλόν ἐστι χλαῖνα. ἐν δ᾿ Αἰγίνῃ τὰ Αἰάκεια· οἱ δὲ Οἰνώναια· ἀμφορίτης ἀγὼν, οὗ Καλλίμαχος μέμνηται ἐν τοῖς ἰάμβοις (fr. 80).