Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()κλεινᾷ τ᾿ ἐν Ἰσθμῷ: θηλυκῶς τὴν Ἰσθμόν φησιν, ὡς καὶ ἐν ἄλλοις (O. XIV, 3) τὴν Ὀρχομενόν. λέγει δὲ τὸν Διαγόραν τετράκις Ἴσθμια νενικηκέναι.
[*]()Νεμέᾳ τ᾿ ἄλλαν ἐπ᾿ ἄλλᾳ: καὶ ἐν τῇ Νεμέᾳ ἄλλην ἐπ᾿ ἄλλῃ νίκην ἔσχεν· οἷον δὶς ἐνίκησεν, οὐκ ἐκ διαλείμματος μέντοι, ἀλλὰ πρώτην Νέμεα νικήσας, καὶ τὴν ἑξῆς ἀγωνισάμενος ἐστέφθη.
[*]()a. ὅ τ᾿ ἐν Ἄργει χαλκός: τὰ Ἥραια, ἃ καὶ Ἑκατόμβαια λέγεται διὰ τὸ πλῆθος τῶν θυομένων βοῶν. λαμβάνουσι δὲ ἐντεῦθεν οὐκ ἀργὸν χαλκὸν, ἀλλὰ τρίποδας καὶ λέβητας καὶ ἀσπίδας καὶ κρατῆρας.
c. τελεῖται
d. ἄλλως· ἐν Ἄργει, ἐν τῷ [*]() Ἑκατομβαίων ἀγῶνι, χαλκὸς τὸ ἆθλον δίδοται, ὅτι Ἀρχῖνος Ἀργείων γενόμενος βασιλεὺς, ὃς καὶ ἀγῶνα πρῶτος συνεστήσατο, ταχθεὶς ἐπὶ τῆς τῶν ὅπλων κατασκευῆς, ἀπὸ τούτων καὶ τὴν τῶν ὅπλων δόσιν ἐποιήσατο. | Ἑκατόμβαια δὲ [*]() ὁ ἀγὼν λέγεται ὅτι πομπῆς μεγάλης προηγοῦνται ἑκατὸν βόες, οὓς νόμος κρεανομεῖσθαι πᾶσι τοῖς πολίταις.