Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. Λάχεσιν: πιθανῶς τὴν Λάχεσιν παρέλαβεν, ἐπεὶ περὶ κλήρου ὁ λόγος.[*]()

[*]()b. χρυσάμπυκα Λάχεσιν: ἄμπυξ μὲν κυρίως κόσμος ἐπιτιθέμενος ταῖς τῶν γυναικῶν κεφαλαῖς· οὗ καὶ Ὅμηρος μνημονεύει (Χ 469)·

[*]() ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην.
νῦν δὲ καταχρηστικῶς τὴν τιμίαν ἀκουστέον.

c. Λάχεσις δὲ μία τῶν Μοιρῶν καλεῖται· τριῶν δὲ οὐσῶν τῶν πασῶν [*]() Ἡσίοδος μνημονεύει (th. 218)· | Κλωθώ τε Λάχεσίς τε καὶ

1.225
Ἄτροπος. ἔστι δὲ τὰ ὀνόματα αὐτῶν πεποιημένα· καὶ ἡ μὲν Κλωθὼ παρὰ τὸ συγκλώθειν τὰ ἀνθρώπινα, ἡ δὲ Λάχεσις παρὰ τὴν κλήρωσιν τὴν ποιὰν, ἣν ἕκαστος γεγονὼς κεκλήρωται· ἡ δὲ τρίτη Ἄτροπος παρὰ τὸ ἀμετάτρεπτον τῆς μοιριδίου ἀνάγκης.[*]()