Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

ἀργυρέαν: ἔθος ἦν ταῖς ἡρωίσιν ἑαυταῖς ὑδρεύσασθαι, [*]() ὡς καὶ ἡ Εὐάδνη ὅτε τὸν παῖδα ἐγέννησεν. ἔθος δὲ καὶ ταῖς τικτούσαις λύειν τὰς ζώνας.

a. λόχμας ὑπὸ κυανέας: τοῦ ἀνθηροῦ καὶ καταπύκνου [*]() τοῖς φυτοῖς τόπου.

b. κυανέας, ἤτοι τῆς βαθείας, ἢ παρὰ τὴν τῶν ἴων χροιάν.

1.170

[*]()a. θεόφρονα κοῦρον: ἢ θεῖα φρονοῦντα, καθὸ μάντις ὁ Ἴαμος· ἢ ὅτι θεῶν βουλαῖς ἐγένετο.

[*]()b. τίκτε θεόφρονα κοῦρον: τὸν Ἴαμον, ὅτι μάντις [*]() τὴν τέχνην.

c. ὁ δὲ νοῦς· ἡ δὲ Εὐάδνη τὴν ἐκ φοινικῆς κρόκης ζώνην λύσασα καὶ ἀποθεμένη, ἀποθεμένη δὲ καὶ τὴν κάλπιν, οὕτω λοιπὸν ἔτεκεν ἐν συσκίῳ τόπῳ τὸν [*]() ἐσόμενον θεόφρονα παῖδα. φησὶ δὲ τὸν Ἴαμον, | ἀφ᾿ οὗ τὸ γένος ἔχει ὁ Ἀγησίας.

a. πραΰμητιν: τὴν Εἰλείθυιαν πραΰμητιν εἶπεν, ὅτι αἱ τίκτουσαι πραότεραι γίνονται.

b. ἢ ὅτι παρθένοι εἰσίν.

[*]()b. πραΰμητίν τ᾿ Εἰλείθυιαν: πραεῖαν. εὐμενῆ. [*]()

c. τῇ Εὐάδνῃ ἀποκυούσῃ παρέστησεν ὁ χρυσοκόμης Ἀπόλλων [*]() τὴν Εἰλείθυιαν | κεχαρισμένα φρονοῦσαν καὶ τὰς Μοίρας. ἡ δὲ ἔνδειξις οὐ μόνον περὶ εὐτοκίας, ἀλλὰ καὶ καλλίστης [*]() γενέσεως τοῦ παιδός.

d. πραΰμητιν δὲ πραεῖαν καὶ εὐμενῆ.

[*]()παρέστασέ τε: τοὺς συνδέσμους μεταθετέον· ὁ γὰρ λόγος οὕτως ἀπαιτεῖ· τῇ μὲν ὁ χρυσοκόμας πραΰμητιν Εἰλείθυιάν τε παρέστασεν Μοίρας τε κατὰ τὸν τόκον.

[*]()a. ἦλθε δ᾿ ὑπὸ σπλάγχνων, ἕως κηδόμενοι: ὁ νοῦς τοιοῦτος· ἐγεννήθη δὲ ἐξ ἐπεράστου ὠδῖνος ὁ Ἴαμος καὶ ἦλθεν εἰς τὸ φῶς εὐθέως. τοῦτον οὖν τίκτουσα καὶ ἐπιλυπουμένη καταλέλοιπεν ἐπὶ τῇ γῇ ἡ Εὐάδνη. δύο δὲ αὐτὸν φοβερώτατοι δράκοντες θεῶν βουλήσει ἀνέθρεψαν ἀβλαβῆ ἰὸν προσφερόμενοι· ἵνα λέγῃ τὸ μέλι.

[*]()b. ὑπ᾿ ὠδῖνος: ἡ δευτέρα ὑπό ἀντὶ τῆς μετά, ἡ πρώτη δὲ ἀντὶ τῆς ἀπό.

1.171

ἐς φάος αὐτίκα: εὐθέως. ἀκολούθως ὡς ἀπὸ [*]() εὐμενεστάτης Εἰλειθυίας ῥᾳδίαν καὶ ἄμοχθον τὴν ὠδῖνα ἐποιήσατο.

a. κνιζομένα: λυπουμένη ἐπὶ τῷ μὴ δύνασθαι τρέφειν [*]()αὐτόν.

b. τὸν μὲν κνιζομένα: δοκεῖ τὸ κνιζομένα ἐναντίον [*]() εἶναι πρὸς τὴν τῆς Εἰλειθυίας εὐμένειαν· καὶ ἴσως τὴν μετρίαν αἴσθησιν τῆς ἀλγηδόνος ὑποφαίνει [καὶ] κνισμὸν ὀνομάζων.

c. ἢ λυπουμένη· ἤλγει μὲν γὰρ ὡς μήτηρ, στέργουσα τὸ τέκνον· κατελείπετο δὲ αὐτὸ ἐπὶ τῆς ἐρημίας βουλομένη λαθεῖν.

d. γλαυκῶπες αὐτόν: ἢ πυρώδεις· τὸ γὰρ γλαυκὸν [*]() ἐπὶ τοῦ πυρώδους ἔθεντο πολλοὶ καὶ τὴν σελήνην γλαυκὴν λέγουσιν. ἢ ἀπὸ τοῦ γλαύσσειν.

δαιμόνων βουλαῖσιν: ἤτοι καθόλου τῶν θεῶν [*]() ἀκουστέον, ἢ εἰς Ἀπόλλωνα καὶ Ποσειδῶνα ἀνακτέον, τὸν μὲν πατέρα, τὸν δὲ προπάτορα.

a. ἀμεμφεῖ: ἀμεμφῆ ἰὸν προσηγόρευσε τὸ μέλι [*]() σκληρότερον· ὁ γὰρ ἰὸς μοχθηρόν τι ὑποφαίνει.

b. ἐπειδὴ [δὲ] δράκοντές εἰσιν οἱ τρέφοντες, οὗτοι δὲ εἰώθασιν ἐμεῖν τὸν ἰόν· ὥστε τοὐναντίον ἐργάζεσθαι τὸν τῶν δρακόντων ἰὸν ὥσπερ εἰώθασι κατὰ φύσιν, τοῦ θεοῦ εἰς τοῦτο παραστήσαντος τὴν φύσιν τῶν δρακόντων.

c. ἢ ἰῷ μελισσᾶν τῷ μέλιτι, διὰ τὴν δριμύτητα καὶ κατὰ μεταφοράν.

d. ἐπεὶ δράκοντές εἰσιν, οὗτοι δὲ εἰώθεισαν ἐμεῖν τὸν ἰόν.

e. [ἐν] ἀμεμφεῖ ἰῷ μελισσῶν: ἤγουν ἐν ἀμέμπτῳ ἰῷ καὶ παρὰ τῶν μελισσῶν· ἤτοι ἁπαλωτέρῳ καὶ γλυκυτέρῳ.

1.172

[*]()f. ἀμεμφῆ ἰὸν εἶπε τὸ μέλι σκληρότερον· ὁ γὰρ ἰὸς μοχθηρίαν τινὰ ὑποφαίνει.

g. ὡς ἐπὶ δρακόντων δὲ τὸν ἰὸν εἶπεν· ἀποβάλλει γὰρ ὁ δράκων ἰόν· βουλῇ δὲ θεῶν ὡς μελισσῶν ἄνθος ἡδὺ γίνεται καὶ οἷον ὡς μέλι. [*]()

h. ἄλλως· ἠστειεύσατο εἰπὼν ἀντὶ τοῦ ἰοῦ μέλι προϊέναι. [*]()

i. τὸ δὲ σημεῖον ὅτι ἰὸν μελισσᾶν εἶπε τὸ μέλι διὰ τὸ ἀφίεσθαι ὑπ᾿ αὐτῶν· φησὶ δὲ τὸν Ἴαμον ὑπὸ δρακόντων μέλιτι τραφῆναι.

[*]()a. βασιλεὺς δ᾿ ἐπεὶ πετραέσσας: τῆς τραχείας.

b. τὸ δὲ ἑξῆς, πετραέσσας Πυθῶνος.

c. ὁ δὲ νοῦς· ἐπειδὴ οὖν ἦλθεν ἐκ τοῦ μαντείου ὁ βασιλεὺς Αἴπυτος, ἀνήρετο πάντας τοὺς ἐν τῇ οἰκίᾳ περὶ τοῦ γεννηθέντος παιδὸς ὑπὸ τῆς Εὐάδνης.

[*]()a. περὶ θνατῶν: περισσῶς ὑπὲρ πάντας ἀνθρώπους.

b. ἔλεγε γὰρ αὐτὸν ἐκ πατρὸς Ἀπόλλωνος γεγονέναι καὶ περισσῶς ὑπὲρ πάντας ἀνθρώπους γενέσθαι μάντιν καὶ μηδέποτε αὐτοῦ τὸ γένος διαλείπειν.

[*]()c. τὸ ἔφη ἀπὸ κοινοῦ.

d. τὴν μαντείαν οὐδέποτ᾿ ἐκλείψειν τὴν γενεὰν αὐτοῦ διὰ τὸ ἀπ᾿ αὐτοῦ τοὺς Ἰαμίδας εἶναι.

[*]()a. οὐδέποτ᾿ ἐκλείψειν: διὰ τὸ ἀπ᾿ αὐτοῦ τοὺς Ἰαμίδας εἶναι.

b. τοὺς ἀπογόνους.

[*]()a. οὔτ᾿ ὦν ἀκοῦσαι: ἀντὶ τοῦ ἔλεγον μήτε ἀκηκοέναι παιδὸς μήτε ἰδεῖν παῖδα, ἤδη ε΄ [γὰρ] ἡμερῶν διελθουσῶν τῆς γενέσεως τοῦ παιδός.

[*]()b. τοὶ δ᾿ οὔτ᾿ ὦν: οἱ κατ᾿ οἶκον τοῦ Αἰπύτου θεράποντες.

[*]()a.εὔχοντο: εἶπον· τῷ γὰρ εὔχοντο ἀντὶ τοῦ εἶπον οἱ Λάκωνες χρῶνται.[*]()

1.173

b. (εὔχοντο:) ἀντὶ τοῦ ἔλεγον. [*]()

c. πεμπταῖον γεγεναμένον: τοῦτο οὐχ ὡς ἀπὸ [*]() τῶν οἰκετῶν· δίδομεν γὰρ αὐτοῖς τὸ εἰδέναι, εἰ καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν ἀφ᾿ οὗ γέγονεν ἐπίστανται· ἀλλὰ ῥητέον ἐκ τοῦ ποιητικοῦ προσώπου τὸ τοιοῦτον λέγεσθαι. οἱ οὖν οἰκέται τοῦ Αἰπύτου ἐρωτώμενοι ἔλεγον μήτε ἑωρακέναι μήτε ἀκηκοέναι· εἶτα ὁ ποιητὴς ἀφ᾿ ἑαυτοῦ· καὶ ταῦτα πεμπταῖον ἤδη ὂν τὸ παιδίον.[*]()

[οὔτ᾿ ἰδεῖν εὔχοντο ἕως τοῦτ᾿ ὄνομ᾿ ἀθάνατον:] [*]() ὁ νοῦς· ἔκειτο δὲ ὁ παῖς βεβρεγμένος καὶ κεκαλυμμένος ταῖς τῶν ἴων ἀκτῖσι [δεδροσισμένος]· διόπερ καὶ τὴν κλῆσιν τὴν τοῦ Ἰάμου αὐτῷ ἡ μήτηρ ἔθετο ἀπὸ τῆς τῶν ἴων αἰτίας. ἀθάνατον δὲ εἶπεν ὠνομάσθαι αὐτὸν ὡς ἐν τῷ χρησμῷ· εἶπε γὰρ ἀνωτέρω οὐδέποτε ἐκλείψειν τὴν γενεὰν αὐτοῦ.[*]()

a. βατείᾳ τ᾿ ἐν ἀπειράτῳ: ἣν οὐκ ἔστι διὰ τὰ [*]() κέντρα διαπερᾶσαι.

b. ἢ τὴν πολλὴν καὶ δύσβατον μετασχηματίσας βάτειαν εἶπεν.

c. οἷον ἐν δρυμῷ μεγάλῳ.

d. βατείᾳ τ᾿ ἐν ἀπειράντῳ: ὅτι βάτειαν εἶπε τὴν [*]() βάτον, ὅ ἐστιν ἀκάνθης εἶδος. καὶ ὅτι τὸν Ἴαμον ἐτυμολογεῖ.

e. ἀπειράντῳ δὲ, ἐν δρυμῷ μεγάλῳ. |

f. ἀπειράτῳ [*]() ἀπὸ πολλῶν.

a. ἴων ξανθαῖς τε: ταῖς τῶν ἴων ἀκτῖσι καὶ λαμπηδόσι

1.174
[*]()δεδροσισμένος.

b. ἀκτῖσι δὲ παμπορφύροις εἶπεν, ἐπειδὴ τῶν ἴων τὰ μὲν ὑπολευκίζει, τὰ δὲ πορφυρᾶ ἐστιν.

[*]()c. παμπορφύροις ἀκτῖσιν: ἀκτῖνας λέγει τὰς ἀποπιπτούσας ἀπὸ τῶν ἀνθέων δρόσους.

d. ἢ λαμπηδόνας τῶν ἀνθῶν.

[*]()a. βεβρεγμένος: τουτέστι δεδροσισμένος ἐν αὐτοῖς.

b. Ζηνόδοτος γράφει ἀντὶ τοῦ βεβρεγμένος . . . .

c. ἀκτῖνας δὲ ἔφη τὰς ἀποπιπτούσας ἀπὸ τῶν ἀνθέων δρόσους (Hom. Ξ 351)· στιλπναὶ δ᾿ ἔπιπτον ἐέρσαι.

[*]()d. (βεβρεγμένος:) δεδροσισμένος.

[*]()a. κατεφάμιξεν: διὰ τὸ ἐν ἄνθεσι τετράφθαι Ἴαμος ἐκλήθη ἀπὸ τῶν ἴων τῶν περὶ αὐτῷ.

[*]()b. τὸ καὶ κατεφάμιξεν: ἀντὶ τοῦ διὰ τὸ τοῖς ἴοις δροσίζεσθαι αὐτὸν ἀστείως καὶ Ἴαμον καλεῖσθαι.