Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ἅ τοι Ποσειδάωνι μιχθεῖσα: ἥτις μιχθεῖσα [*]() τῷ Ποσειδῶνι Πιτάνη λέγεται τὴν ἰοπλόκαμον (ἀπὸ μέρους τὴν καλὴν) Εὐάδνην τεκεῖν, καὶ διαλαθεῖν ἐγκυμονοῦσαν,

1.166
καὶ κρύψαι τὴν ὠδῖνα τὴν ἑαυτῇ δοκοῦσαν παρθενίαν. παρθένιοι δὲ λέγονται παῖδες οἱ κρύφα τικτόμενοι παρὰ τῶν ἔτι νομιζομένων εἶναι παρθένων. οὕτω που καὶ Ὅμηρος ἐν τῷ καταλόγῳ τῶν Ἀχιλλέως νηῶν φησι (Π 179)·
τῆς δ᾿ ἑτέρης Εὔδωρος ἀρήιος ἡγεμόνευε παρθένιος.

[*]()d. ἄλλως· ἅ τοι Ποσειδάονι: πρὸς τὴν ἱστορίαν, ὅτι φησὶ τὸν Ποσειδῶνα Πιτάνῃ μιχθέντα λάθρᾳ γεννῆσαι Εὐάδνην. ἐκ ταύτης δὲ καὶ Ἀπόλλωνος Ἴαμος, ἀφ᾿ οὗ Ἰαμίδαι.