Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. ἐπεὶ δέξαντο: ἀντὶ τοῦ ἐπεδείξαντο τοὺς στεφάνους οὓς ἔλαβον πᾶσιν.[*]()
b. ἐπειδὴ καὶ αὐταὶ αἱ ἡμίονοι στεφάνοις ἐβάλλοντο καὶ ἄνθεσιν.
[*]()c. χρὴ τοίνυν πύλας: περὶ τῶν ἡμιόνων ὁ λόγος. αὗται γὰρ παρὰ τὰς ἄλλας τὰς ἀγωνιζομένας νικήσασαι προκέκληνται τὸν ὕμνον.
d. γράφεται καὶ ἐπεδέξαντο, ἀντὶ τοῦ ἐπεδείξαντο τοὺς στεφάνους οὓς ἔλαβον.
[*]()e. πύλας ὕμνων ἀναπιτνάμεν: ἐνέμεινε τῇ τροπῇ καί φησι· προσήκει τῶν ὕμνων τὰς πύλας ἀνοίγειν ταῖς [*]() ἡμιόνοις.
f. ἄλλως· χρὴ τοίνυν πύλας: προσήκει καθάπερ πύλας, οὕτω τοὺς ὕμνους ἀναπετάσαι. εὖ δὲ τῇ παρασκευῇ παρίστησι τήν τε τοῦ ἐπαίνου μεγαλειότητα καὶ τὴν ἐν τῷ ἐπαινεῖν ἑαυτοῦ δύναμιν ὁ ποιητής.