Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. ἀνδρὶ κώμου δεσπότᾳ: τῷ ἐγκωμιαζομένῳ.
b. οἷον τῷ Ἀμφιαράῳ ὑπῆρξεν, τοιοῦτόν φησι καὶ τούτῳ ἶσον ὑμνούμενον. ἦν γὰρ ἀνὴρ ἀγαθὸς καὶ μάντις ὁ Ἀγησίας.
a. οὔτε δύσερις ἐών: ὁ γὰρ δύσερις καὶ ψευδῆ [*]() δύναται λέγειν πρὸς φιλονεικίαν.
b. ὁ δὲ νοῦς· ἐγὼ οὐκ ὢν φιλόνεικος καὶ ὀμόσαιμι τῷ Ἀγησίᾳ μαρτυρῶν ταῦτα, ἅπερ καὶ ἐπὶ τοῦ Ἀμφιαράου λέγεται· εὔχομαι δὲ ἐπιτρέψαι μοι τὰς Μούσας καὶ συνεργῆσαι. εἰκότως δὲ παρὰ τῶν Μουσῶν αἰτεῖ ἐπιτραπῆναι, ἐπειδὴ οἶδεν ἀνάρμοστον ὂν τὸ ὀμνύναι ποιητῇ ἐγκωμιάζοντι.
c. οὔτε δύσερις ἐών: ἐγὼ γάρ, φησιν, οὔτε δύσερις [*]() οὔτε φιλόνεικός τις πάνυ ὢν καὶ τὸν μέγιστον ὅρκον ὀμόσαιμι μαρτυρῶν τῷ Ἀγησίᾳ, ὃ καὶ ἐπὶ τοῦ Ἀμφιαράου λέγεται· εὔχομαι δὲ ἐπιτρέψαι μοι τὰς Μούσας καὶ συνεργῆσαι. εἰκότως δὲ ἐπιτραπῆναι παρὰ τῶν Μουσῶν αἰτεῖ, ἐπειδὴ οἶδεν ἀνάρμοστον ὂν ποιητῇ τὸ ὀμνύειν ἐγκωμιάζοντι.[*]()
a. ὦ Φίντις: Δωριεῖς -λ- εἰς τὸ -ν-, ὅταν ἐπιφέρηται [*]() ἢ τὸ -θ- ἢ τὸ -τ-. ὄνομα δὲ κύριον ὁ Φίντις Δωρικῶς λεγόμενον, οὗ τὸ κοινὸν ὁ Φίλτις ἐστίν. τῇ δὲ κλητικῇ οὐκ ἐχρήσατο ἀλλὰ τῇ εὐθείᾳ (Hom. Γ 277)· Ἠέλιος ὃς πάντ᾿ ἐφορᾷς.
b. ἔστι δὲ ἡνίοχος Ἀγησίου τῆς ἀπήνης.
[*]()c. ὦ Φίντις: οὗτος ἦν ἡνίοχος τῆς ἀπήνης.
[*]()d. ὦ Φίντις, ἀλλὰ ζεῦξον: ὁ νοῦς· ἀλλ᾿ ὦ Φίντι, ζεῦξον ἤδη τὰς ἡμιόνους μοι. τροπικῷ δὲ τῷ λόγῳ χρῆται. δοκῶν γὰρ προσκαλεῖσθαι τὸν ἡνίοχον, τὴν ἑαυτοῦ ψυχὴν σπουδάσαι πρὸς τὸν ὕμνον προτρέπεται, καί φησιν· ἀντὶ [*]() τοῦ, γενοῦ τοι πρόφασις.
e. ἢ ἔστω μοι ἀφορμὴ τοῦ ὕμνου Φίντις [δὲ] ὁ ἡνίοχος καὶ τὰ ἅρματα τῶν ἡμιόνων. [*]()
f. ὦ Φίντις: Δωρικῶς ἐσχημάτισται· εἴη δ᾿ ἂν κατὰ τὴν ἡμετέραν διάλεκτον Φίλτις. οἱ Δωριεῖς γὰρ τὸ -λ- εἰς -ν- μετατιθέασι, ὅταν ᾖ εἴτε τὸ -τ- εἴτε τὸ -θ-.
[*]()a. ᾇ τάχος: ἀντὶ τοῦ ὡς τάχος.
b. τῇ ὁδῷ δὲ τῇ καθαρᾷ, τῇ μὴ ἐχούσῃ ἐπίληψιν ἢ ψεῦδος, ἀλλὰ ἀλήθειαν.
c. τὸ δὲ ὄκχον κατὰ τὸ πλεῖστον ἐπὶ τῶν ἡμιόνων τιθέασιν.
[*]()d. ὄφρα κελεύθῳ τ᾿ ἐν καθαρᾷ βάσομεν ὄκχον: ἵνα ἐπιβιβάσωμεν ἐν καθαρᾷ ὁδῷ τὸ ὄχημα. ἀλληγορεῖ δὲ νῦν, περὶ τοῦ ὕμνου λέγων· ἵνα διὰ καθαρᾶς λεωφόρου τὸν ὕμνον ἐπιβιβάσαντες τῷ ὀχήματι χρησώμεθα. [*]()
e. τὸ δὲ βάσομεν ἀντὶ τοῦ βήσωμεν Ὁμηρικόν.
[*]()f. ὄφρα κελεύθῳ: ἀλληγορεῖ καί φησιν· ἵνα δικαίᾳ καὶ καθαρᾷ ὁδῷ, τῇ τῶν λόγων, ἐπιβήσωμεν τὸ ὄχημα, [*]() ἀντὶ τοῦ ὑμνήσωμεν . . . καὶ προσηκόντως· | καὶ ἵνα πρὸς τὸ γένος ἵκωμαι τῶν ἀνδρῶν, λέγει δὲ τῶν προγόνων τοῦ
g. γράφεται ἧ τάχος. [*]()
h. (καθαρᾷ:) τῇ μὴ ἐχούσῃ ἐπίληψιν. [*]()
a. (ὄκχον:) ὄχημα. [*]()
b. ἵκωμαί τε πρὸς ἀνδρῶν: ἢ ὁ καί περισσός· [*]() ἢ ὅτι ἄλλος . . .
c. τὸν καί σύνδεσμον ὑπερβιβαστέον· ἢ περισσός ἐστιν. θέλει γὰρ εἰπεῖν· ὅπως παραγένωμαί τε πρὸς τὸ γένος καὶ τῶν ἀνδρῶν . . . μνημονεύσω καὶ τῶν προγόνων.
d. ἵκωμαί τε πρὸς ἀνδρῶν: τὸν καί σύνδεσμον [*]() ὑπερβιβαστέον· καὶ πρὸς τὸ τῶν ἀνδρῶν γένος παραγένωμαι, τουτέστι μνημονεύσω καὶ τῶν προγόνων αὐτοῦ. ἀνέφερε δὲ ὁ Ἀγησίας εἰς τοὺς Ἰαμίδας τὸ γένος.
e. ἔνιοι δὲ [*]() τὸν καί σύνδεσμον περισσὸν δέχονται, ἵν᾿ ᾖ, ἵκωμαί τε πρὸς τὸ τῶν ἀνδρῶν γένος.
a. (καί:) τὸ καί περισσὸν κατὰ. . . . [*]()
b. ἐξ ἄλλαν: παρὰ τὰς ἄλλας πάσας.
c. ἀντὶ τοῦ [*]() ὑπὲρ πάσας τὰς λοιπάς.
d. αὗται γὰρ παρὰ τὰς ἄλλας πάσας τὰς ἀγωνισαμένας νικήσασαι προκαλοῦνται τὸν ὕμνον.
e. lex. Vindob. p. 94, 1: ἔξ σημαίνει καὶ σύγκρισιν. Πίνδαρος· ἐκεῖναι γὰρ καὶ ἐξ ἄλλων ὁδὸν ἡγεμονεῦσαι ἐπίστανται.
a. ἐπεὶ δέξαντο: ἀντὶ τοῦ ἐπεδείξαντο τοὺς στεφάνους οὓς ἔλαβον πᾶσιν.[*]()
b. ἐπειδὴ καὶ αὐταὶ αἱ ἡμίονοι στεφάνοις ἐβάλλοντο καὶ ἄνθεσιν.
[*]()c. χρὴ τοίνυν πύλας: περὶ τῶν ἡμιόνων ὁ λόγος. αὗται γὰρ παρὰ τὰς ἄλλας τὰς ἀγωνιζομένας νικήσασαι προκέκληνται τὸν ὕμνον.
d. γράφεται καὶ ἐπεδέξαντο, ἀντὶ τοῦ ἐπεδείξαντο τοὺς στεφάνους οὓς ἔλαβον.
[*]()e. πύλας ὕμνων ἀναπιτνάμεν: ἐνέμεινε τῇ τροπῇ καί φησι· προσήκει τῶν ὕμνων τὰς πύλας ἀνοίγειν ταῖς [*]() ἡμιόνοις.
f. ἄλλως· χρὴ τοίνυν πύλας: προσήκει καθάπερ πύλας, οὕτω τοὺς ὕμνους ἀναπετάσαι. εὖ δὲ τῇ παρασκευῇ παρίστησι τήν τε τοῦ ἐπαίνου μεγαλειότητα καὶ τὴν ἐν τῷ ἐπαινεῖν ἑαυτοῦ δύναμιν ὁ ποιητής.
[*]()a. πρὸς Πιτάναν δέ: Πιτάναν νῦν τὴν ὁμώνυμον πόλιν λέγει τῇ ἡρωίδι, ἐπικειμένην ταῖς ὄχθαις τοῦ Εὐρώτα ποταμοῦ. προσέθηκε δὲ παρ᾿ Εὐρώτα πόρον, ἐπεὶ καὶ τῆς Αἰολίδος ἐστὶν ἡ Πιτάνη. αὕτη δὲ ἡ Πιτάνη ἡ τοῦ Εὐρώτα πρόγονός ἐστι τῶν Ἰαμιδῶν. ταύτης γὰρ καὶ Ποσειδῶνος Εὐάδνη, Εὐάδνης δὲ καὶ Ἀπόλλωνος Ἴαμος ὁ μάντις. τῆς Πιτάνης δὲ ὁμώνυμος ἡ πόλις. Εὐάδναι δὲ δισσαὶ, μία μὲν ἡ Ποσειδῶνος καὶ Πιτάνης, ἑτέρα δὲ Ἴφιδος, ἣν καὶ Ἰάνειραν λεγομένην φασὶν Εὐάδνην ὠνομάσθαι διὰ τὸ [*]() πλῆθος τῶν ἕδνων ὧν ἔδωκε Καπανεύς.
b. ἡ δὲ Λακωνικὴ Πιτάνη Εὐρώτα τοῦ ποταμοῦ γενεαλογεῖται εἶναι.
[*]()c. πρὸς Πιτάναν δὲ παρ᾿ Εὐρώτα πόρον: ὁ Ἀγησίας γένει μὲν ἦν Ἀρκὰς καὶ Ἀργεῖος ὡς ἀπὸ Ἰάμου οὕτω· Πιτάνη γὰρ γέγονεν Εὐρώτα Λακωνικοῦ ποταμοῦ·
d. παρ᾿ Εὐρώτα πόρον: προσέθηκε τὸ παρ᾿ Εὐρώτα [*]() πόρον· ἔστι δὲ Πιτάνη πόλις Λακεδαίμονος, καὶ Εὐρώτας ποταμὸς καὶ Σπάρτης καὶ ἄλλος Ἰταλίας.
a. δεῖ σάμερον: ἑαυτὸν λέγει ὁ ποιητής· ἀντὶ τοῦ [*]() σχολάσω τῷ ὕμνῳ.
b. δεῖ σάμερον ἐλθεῖν: κατὰ τὸν ὡρισμένον καιρὸν [*]() τῶν ἐγκωμίων.
c. δεῖ οὖν, φησι, ταχέως καὶ περὶ τῆς Πιτάνης εἰπεῖν τήμερον, τῆς τοῦ Εὐρώτα ποταμοῦ θυγατρός.[*]() |
d. ἐν δέοντι καιρῷ.
a. [ἅ τοι Ποσειδάωνι]: λάθρᾳ τεκοῦσα ἡ Πιτάνη [*]() ἀπέστειλεν εἰς Ἀρκαδίαν Αἰπύτῳ τῷ Ἐλάτου παιδί. τὸ δὲ ἐκ συντυχίας συμβεβηκὸς ἐκ προνοίας λέγει γεγενῆσθαι. τὴν γὰρ Εὐάδνην ἐκτεθεῖσαν Αἴπυτος εὑρὼν ἀνέλαβεν.[*]()
b. Πιτάνη γὰρ Εὐρώτα Λακωνικοῦ ποταμοῦ· ᾗ Ποσειδῶν [*]() μιχθεὶς λάθρᾳ . . . . γεννῆσαι τὸν Ἴαμον, ἀφ᾿ οὗ Ἰαμίδαι.
c. ἅ τοι Ποσειδάωνι μιχθεῖσα: ἥτις μιχθεῖσα [*]() τῷ Ποσειδῶνι Πιτάνη λέγεται τὴν ἰοπλόκαμον (ἀπὸ μέρους τὴν καλὴν) Εὐάδνην τεκεῖν, καὶ διαλαθεῖν ἐγκυμονοῦσαν,
τῆς δ᾿ ἑτέρης Εὔδωρος ἀρήιος ἡγεμόνευε παρθένιος.
[*]()d. ἄλλως· ἅ τοι Ποσειδάονι: πρὸς τὴν ἱστορίαν, ὅτι φησὶ τὸν Ποσειδῶνα Πιτάνῃ μιχθέντα λάθρᾳ γεννῆσαι Εὐάδνην. ἐκ ταύτης δὲ καὶ Ἀπόλλωνος Ἴαμος, ἀφ᾿ οὗ Ἰαμίδαι.
[*]()a. ἰοπλόκαμον: ἡ Πιτάνη πρόγονός ἐστι τῶν Ἰαμιδῶν. γίνεται γὰρ Ποσειδῶνος καὶ Πιτάνης Εὐάδνη· Εὐάδνης δὲ καὶ Ἀπόλλωνος Ἴαμος ὁ μάντις, ἀφ᾿ οὗ καὶ Ἰαμίδαι. δύο δέ εἰσιν Εὐάδναι· μία μέν ἐστιν ἡ Ποσειδῶνος καὶ Πιτάνης, ἑτέρα δὲ Ἰφίτου, ἣν καὶ Ἰάνειραν· ἣν ἔγημε Καπανεύς. ἡ δὲ Λακωνικὴ Πιτάνη Εὐρώτα τοῦ ποταμοῦ γενεαλογεῖται, ὡς Σωσίβιος (FHG II, 627).
b. ἡ ἡρωίνη, ἀφ᾿ ἧς καὶ ἡ πόλις.
[*]()a.παρθενίαν: καθ᾿ ὃ ἐδόκει ἔτι παρθένος εἶναι. διὸ καὶ οἱ ἐξ αὐτῶν παῖδες παρθένιοι.
b. ἢ ὅτι λαθραίως ἡ Πιτάνη διεκορεύθη καὶ ἔτεκεν.
[*]()a. κυρίῳ δ᾿ ἐν μηνί: τῷ τὸ κῦρος ἔχοντι τοῦ τόκου.
[*]()b. κυρίῳ δ᾿ ἐν μηνί: τῷ τοῦ τοκετοῦ.
c. ὁ νοῦς·
e. πέμποισ᾿ ἀμφιπόλους: λάθρᾳ φησὶ τὴν Πιτάνην [*]() τεκοῦσαν ἀποστεῖλαι τὸ βρέφος τὴν Εὐάδνην εἰς τὴν Ἀρκαδίαν πρὸς Ἐλάτου υἱὸν τρέφεσθαι Αἴπυτον. τούτου καὶ Ὅμηρος μέμνηται (Β 604)· Αἰπύτιον παρὰ τύμβον.
f. παρὼν δὲ καὶ ὁ Αἴπυτος ἐν Λακεδαίμονι ἔλαβεν αὐτὸ ἐκτεθέν· ὁ δὲ Πίνδαρος ποιητικῶς λέγει πεπέμφθαι τὸ βρέφος.
a. ἥρωι πορσαίνειν: τὸ ἑξῆς· ἥρωι Εἰλατίδᾳ δόμεν [*]() ὥστε πορσαίνειν καὶ τρέφειν τὸ βρέφος.
b. (πορσαίνειν:) τρέφειν. [*]()
a. ὃς ἀνδρῶν Ἀρκάδων: Δίδυμός φησιν ὅτι [*]() πάντες οἱ ὑπομνηματισάμενοι Φαισάναν τὴν τῆς Ἀρκαδίας πόλιν· αὐτὸς δέ φησιν εἶναι τῆς Ἠλιδίας, καὶ παρατίθεται Ἴστρον ἱστοροῦντα ἐν τῇ ε΄ τῶν Ἠλιακῶν. ἤτοι οὖν Πίνδαρος ψεύδεται, ἢ διὰ τὸ τὴν Πίσαν ὑπὸ τοῖς Ἀρκάσι ποτὲ γενέσθαι βασιλεύειν φησὶ τῆς Φαισάνης τὸν Αἴπυτον.[*]()
b. ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ: τὴν [*]() Φαισάναν πάντες μὲν οἱ ὑπομνηματισταὶ τῆς Ἀρκαδίας εἶναι πόλιν ἐξεδέξαντο· ὁ δὲ Δίδυμός φησι τῆς Ἤλιδος αὐτὴν εἶναι καὶ ὑπεραπολογεῖται τοῦ ῥητοῦ οὕτως, ὅτι ποτὲ οἱ Ἀρκάδες καὶ τῆς Ἤλιδος ἐβασίλευον κατὰ τὸν χρόνον τοῦ Αἰπύτου. οἱ δὲ βουλόμενοι τὴν Φαισάναν Ἀρκαδικὴν εἶναι τὸ περὶ Ἀλφειοῦ οὕτως ἐπιλύονται, ὅτι διὰ Φαισάνης ἔχει
c. ὅτι αἱ πηγαὶ τοῦ Ἀλφειοῦ ἐξ Ἀσέας τῆς Ἀρκαδικῆς εἰσι, καὶ μεταποιοῦνται αὐτοῦ οἱ Ἀρκάδες. 58 EQ
[*]()a. ἔψαυσ᾿ Ἀφροδίτας: δαιμονίως τὸ ἔψαυσεν ὡς ἐπὶ θείας ἀφροδισίων συνόδου ἔταξε.
b. τὸ δὲ ὅλον· [*]() διεφθάρη ὑπ᾿ Ἀπόλλωνος.
c. ἄλλως· τῆς γλυκείας πρῶτον συνουσίας μετέσχε τοῦ Ἀπόλλωνος.
[*]()a. οὐδ᾿ ἔλαθ᾿ Αἴπυτον: οὐκ ἔλαθε τὸ ἐκ θεοῦ λαθραῖον ἀδίκημα κρύπτουσα τὸν πάντα χρόνον· ἔγνω γὰρ αὐτὴν ἔγκυον οὖσαν.
b. τινὲς τὸν Ἴαμον οὐκ Ἀπόλλωνος, ἀλλὰ Ποσειδῶνος γεγονέναι.