Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()Ἰαμιδᾶν: ἐκτεταμένον τὸ Ἰαμιδᾶν διὰ τὸ ἀντίστροφον.
[*]()a. ὄλβος δ᾿ ἅμ᾿ ἕσπετο: ὁμοίως τῷ σχήματι τῆς ἑρμηνείας κέχρηται· ἐξ οὗ τῶν Ἰαμιδῶν τὸ γένος ὄλβος ἅμ᾿ ἕσπετο· ἀντὶ τοῦ τῷ τῶν Ἰαμιδῶν γένει ὄλβος ἠκολούθησεν.
b. ἄλλως· ὁμοίως τῷ (Ο 305)·
ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο, τὸ, γένος τιμῶντες.
[*]()c. τιμῶντες δ᾿ ἀρετάς: ἤτοι καθόλου γνωμικὸς ὁ λόγος, ἢ ἐπὶ τῶν Ἰαμιδῶν· οἱ δὲ Ἰαμίδαι τὰς ἀρετὰς τιμῶντες ἀεὶ εἰς ἐπίδοξον ὁδὸν βίου πορεύονται.
[*]()a. [ἐς φανερὰν ὁδόν:] ἀμφίβολον πότερον ἀρσενικόν ἐστι τὸ ἕκαστον ἢ οὐδέτερον. ἐὰν μὲν οὐδετέρως δεξώμεθα, οὕτως· σαφὲς δὲ ποιεῖ καὶ τεκμηριοῖ ἕκαστον ἔργον . . . ἐὰν δὲ ἀρσενικῶς, οὕτως· τὸ ἴδιον πρᾶγμα
b. ἄλλως· ἕκαστον γὰρ τῶν ἀνθρώπων τὸ ἴδιον πρᾶγμα φανερὸν ποιεῖ, ὡς Ὅμηρον ἡ ποίησις, ἡ ῥητορικὴ Δημοσθένην.
c. τεκμαίρει χρῆμ᾿ ἕκαστον: ἕκαστον γὰρ τῶν [*]() ἀνθρώπων τεκμαίρει καὶ μηνύει τὸ οἱκεῖον πρᾶγμα, ὡς Ὅμηρον ἡ ποίησις, Δημοσθένην ἡ ῥητορική.
d. λείπει· ἐγὼ τοίνυν διὰ τοῦτο ἐπαινῶ.
e. ὁ δὲ λόγος γνωμικός. [*]()
a. μῶμος δ᾿ ἐξ ἄλλων: φθόνος δὲ καὶ ψόγος [*]() ἐξ ἄλλων τινῶν, ἐκ τῶν φθονερῶν, ἐπικρέμαται τούτοις οἷς ἄν ποτε κατὰ τὴν Ὀλυμπίαν περὶ τὸν δωδεκάκυκλον δρόμον ἀγωνισαμένοις καὶ νικήσασιν [καὶ οἷς ἂν] ἡ ἐκ τῆς νίκης χάρις ἔνδοξον τὴν ὄψιν παράσχῃ.
b. ἄλλως· ὁ νοῦς· [*]() ἐκ τῶν ἄλλων φθονούντων μῶμος ἐπικρέμαται τοῖς τετυχηκόσι τῶν τιμῶν τούτων· οἷον οἱ μὴ τετυχηκότες τοὺς τυχόντας διαμωμῶνται ὡς μηδενὸς ἀξιολόγου τετυχηκότας.
a. οἷς ποτε πρώτοις: τὸ ἑξῆς τοῦ λόγου· οἷς [*]() ἄν ποτε πρῶτον ἁρματηλατήσασιν ἡ αἰδοία Χάρις ἐπιστάζῃ εὐκλεᾶ . . .
b. εὐκλεᾶ μορφὰν δὲ εἶπε διὰ τὸ περιβλέπτους εἶναι τοὺς νικῶντας καὶ ἐπιχάριτας καὶ λαμπρούς.
a. αἰδοία ποτιστάξῃ: ἐπεὶ οἱ νικῶντες δοκοῦσιν [*]() εὐειδεῖς εἶναι.
b. ποτιστάξῃ δὲ, ἐπιχαρίτους ποιήσῃ τοὺς νικῶντας.
a. εἰ δ᾿ ἐτύμως ὑπὸ Κυλλάνας ὅροις: Κυλλήνη [*]() ὄρος Ἀρκαδίας ἱερὸν Ἑρμοῦ.
b. φησὶ δὲ ὅτι εἰ δὴ ἀληθῶς οἱ τοῦ Ἀγησίου πρόγονοι τὴν Κυλλήνην κατοικοῦντες
[*]()c. ἐτύμως: εἰ δὲ ἀληθῶς, φησι, οἱ τοῦ Ἀγησία κατὰ μητέρα πρόγονοι τὴν Ἀρκαδίαν οἰκοῦντες ἐδωρήσαντο θυσίας τῷ Ἑρμῇ.
[*]()d. ὅροις· τῆς Ἀρκαδίας· τὸ δὲ Στύμφηλον ταύτῃ ὑπόκειται.
[*]()e. Στύμφηλος ὑπόκειται τῇ Κυλλήνῃ· ἔστι δὲ τῆς Ἀρκαδίας. οἱ δὲ κατὰ τὴν μητέρα πρόγονοι τοῦ Ἀγησίου [*]() Στυμφήλιοί εἰσιν. | Φιλοστέφανος δὲ ἐν τῷ περὶ Κυλλήνης (FHG III, 30) φησὶ Κυλλήνην καὶ Ἑλίκην θρέψαι . . . ἐναγωνίου δὲ ὄντος τοῦ θεοῦ φησιν ὅτι οἱ περὶ τὸν Ἀγησίαν διὰ τὴν συγγένειαν, ἐπειδὴ καὶ ὁ Ἑρμῆς ἐν Ἀρκαδίᾳ, εἰκότως νικῶσιν.[*]()
[*]()δώρησαν θεῶν κάρυκα: ἀντὶ τοῦ ἐδωρήσαντο τῷ κήρυκι τῶν θεῶν, ἢ χοροῖς ἐτίμησαν αὐτὸν.
[*]()a. ὃς ἀγῶνας ἔχει: ἐναγώνιος γὰρ ὁ θεός.
b. δι᾿ ὃν νικῶσιν οἱ περὶ Ἀγησίαν.
c. ὃς ἀγῶνας ἔχει: ἐναγώνιος ὁ θεός.[*]()
d. ἢ ὅτι κῆρυξ· κῆρυξ δὲ καὶ ἐν ἀγῶσιν.
e. ἢ ὅτι τῆς πάλης εὑρετής.
ὦ παῖ Σωστράτου: τῇ σῇ εὐτυχίᾳ, ὦ τοῦ [*]() Σωστράτου παῖ, τὴν εὐδοξίαν ἐπιστεφανοῖ. τὸ γὰρ κραίνειν καὶ ἐπ᾿ ἄλλων οὕτως τίθησιν. Ὅμηρος (δ 616)· χρυσὸς δ᾿ ἐπὶ χείλεσι κεκράανται. ἐπιτετερμάτισται. τινὲς δέχονται ὡς ἁπλῶς αὐτοῦ λέγοντος ἐστεφάνωται.
a. δόξαν ἔχω τιν᾿: [δόξαν ἔχω τινά.] δόκησιν ἔχω [*]() ἐπὶ τῆς γλώττης, ἥ με παραθήγει ὡς ἀκόνη ὑμνεῖν ὑμᾶς καίπερ διαπροαιρούμενον.
b. ἀκόνην δὲ λιγυρὰν εἶπε τὴν τοῦ ὕμνου ᾠδήν, ὡς . . . ὃ δοκῶ περὶ τῶν ἀνδρῶν, τοῦτό μοι ἡ ἀκόνη ἡ παροξύνουσα καὶ παρορμῶσα.
c. δόξαν ἔχω ἕως ἔτικτεν: ὁ νοῦς· ἔχω τινὰ [*]() καὶ ἑτέραν δόκησιν οὕτω με προτρεπομένην λέγειν περὶ σοῦ, ὡσανεὶ τῆς ἀκόνης τῆς ὀξύνειν δυναμένης τὸ παραθηγόμενον· ἥτις δόκησις θελοντί μοι καὶ βουλομένῳ προσέρπει καὶ προσπίπτει ὑπὸ ταῖς τῶν αὐλῶν πνοαῖς καὶ τῶν ἤχων· διὰ πνοῆς γὰρ ὁ ἦχος ἐκφέρεται· ἥτις δόκησίς ἐστι τοῦ ὑμνεῖν σε ἐκ τῆς ἐμῆς προγόνου Μετώπης ἀπὸ Στυμφήλου πόλεως Ἀρκαδικῆς.
d. ματρομάτορα δὲ τὴν Μετώπην λέγει ὁ Πίνδαρος οὕτω. Μετώπη θυγάτηρ μὲν ἦν Λάδωνος τοῦ ποταμοῦ τῆς Ἀρκαδίας, | γυνὴ δὲ Ἀσωποῦ τοῦ ἐν [*]() Θήβαις ποταμοῦ. ἐκ ταύτης γέγονε νύμφη τις Θήβη, ἀφ᾿ ἧς ἡ πόλις· Θηβαῖος δὲ ὁ Πίνδαρος. διὰ τοῦτο ματρομάτορα ἰδίαν λέγει τὴν Μετώπην.
[*]()a. ἀκόνας λιγυρᾶς: ἀκόνην ὀξεῖάν φησι τὴν μουσικήν· λιγὺς γὰρ νῦν ὁ ὀξύς. καὶ Ὅμηρος (Β 246)·
Θερσῖτ᾿ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής, ἴσχεο.[*]() | οὐ γὰρ ἐγχωρεῖ τὸν ἄκριτα λέγοντα ἡδὺν εἶναι.
b. ἄλλως· ἀκόνης τινὸς δόκησιν ἔχω ἐπὶ γλώσσης· ὅ ἐστι, παρακονῶμαι.[*]()
c. ἢ οὕτως· ἡ δόκησις ἀκόνη μοι· ὃ δοκῶ περὶ τῶν ἀνδρῶν, τοῦτό μοι ἀκόνη ἐστὶν ἡ παροξύνουσά με καὶ παρορμῶσα.[*]()
d. ἢ οὕτω· τῆς λιγυρᾶς ἀκόνης ἔχω δόκησιν ἐπὶ τῆς γλώσσης, ἥτις κραίνει τῆς εὐτυχίας [*]()τὴν δόκησιν.
f. λιγυρᾶς νῦν τῆς ὀξείας.
[*]()a. προσέρπει: προσάγει.
b. παροξύνει καὶ αὐτόν με θέλοντα ταῖς καλλιρρόοις ῥοαῖς.
c. καλλίροοι δὲ ῥοαὶ αἱ ἀπὸ τῶν ὀργάνων ἐκπεμπόμεναι.
[*]()d. (προσέρπει:) γράφεται προσέλκοι.
[*]()a. Στυμφαλίς: ἀπὸ πατρίδος Ἀρκαδικῆς (Β 608)·
Στύμφηλόν τ᾿ εἶχον καὶ Παρρασίην ἐνέμοντο.
b. ἡ Μετώπη δὲ Ἀσωποῦ μὲν ἦν γυνὴ, θυγάτηρ δὲ Λάδωνος τοῦ ἐν Ἀρκαδίᾳ ποταμοῦ, μήτηρ δὲ Θήβης, ἀφ᾿ ἧς ἡ Πινδάρου πατρίς.
c. προσέλκεταί με ἡ Μετώπη ὑμνεῖν
d. Στυμφαλὶς εὐανθὴς Μετώπα: Μετώπη Ἀσωποῦ [*]() μὲν ἦν γυνὴ, μήτηρ δὲ Θήβης, ἀφ᾿ ἧς ἡ πόλις Θήβη προσηγορεύθη. διὰ τὴν οἰκειότητα οὖν, φησὶν ὁ Πίνδαρος, τὴν πρὸς ἐμὲ τῆς Μετώπης, ὅτι Θήβης μήτηρ τῆς ἐμῆς πατρίδος, ἕλκεταί με ἡ Μετώπη Ἀρκὰς οὖσα.
e. τὴν δὲ Μετώπην φασὶ γήμαντα Ἀσωπὸν τὸν Ὠκεανοῦ, Λάδωνος οὖσαν θυγατέρα, τεκνῶσαι Κέρκυραν, Αἴγιναν, Σαλαμῖνα, Θήβην, Ἄρπινναν, Νεμέαν, Κλεώνην.[*]()
g. ἡ Μετώπη ἡ Ἀρκαδικὴ πόλις (τοῦτο γὰρ σημαίνει [*]() διὰ τὸ Στυμφαλίς· Στύμφηλος γὰρ Ἀρκαδίας μητρόπολις) προσέλκει με ἑκόντα ἐν καλλιρόοις πνοαῖς, ἤγουν πρὸς τὸ αὐλεῖν καὶ ὑμνεῖν τὴν Ἀρκαδίαν τὴν τῆς μητρός σου χώραν.
h. ἄλλως· Στυμφαλὶς εὐανθὴς Μετώπα: Ἀρκαδική. [*]() Στύμφηλος γὰρ πόλις Ἀρκαδίας. Ὅμηρος (Β 608)·
Στύμφηλόν τ᾿ εἶχον καὶ Παρρασίην ἐνέμοντο.
i. ματρομάτορα δὲ λέγει τὴν Μετώπην ὁ Πίνδαρος οὕτω· | Μετώπη θυγάτηρ μὲν Λάδωνος τοῦ ποταμοῦ τῆς Ἀρκαδίας, [*]() γυνὴ δὲ Ἀσωποῦ τοῦ ἐν Θήβαις ποταμοῦ.
k. φασὶ δὲ τὴν Μετώπην οἱ μὲν λίμνην, οἱ δὲ ποταμόν.[*]()
[*]()b. πλάξιππον ἃ Θήβαν ἔτικτε· τᾶς ἐρατεινὸν ὕδωρ: ταύτης οὖν, τῆς Μετώπης· λέγει δὲ νῦν τοῦ ὁμωνύμου ποταμοῦ τῇ ἡρωίδι.
c. ὅτι δὲ ἡ Μετώπη τῆς Ἀρκαδίας ποταμὸς, Καλλίμαχος ἱστορεῖ ἐν ὕμνοις (in Jov. 26)· πολύστιόν τε Μετώπην.[*]()
[*]()a. πίομαι: οὐ λέγει κυρίως ὅτι πίομαι τὸ ἀπὸ τῆς Μετώπης ὕδωρ, ἀλλὰ οἷον γεύσομαι αὐτῆς διὰ τὸν ὕμνον καὶ ταύτην εἰς τὸν ὕμνον συλλήψομαι.
[*]()b. πίομαι ἀνδράσιν αἰχματαῖσιν ἕως τοῦ ὕμνον: ἀνδράσι νῦν τῷ τε Ἀγησίᾳ καὶ τοῖς τούτου προγόνοις.
c. τὸ δὲ πλέκων, ἤτοι πρὸς τὸ ποικίλον καὶ διάφορον τῆς φθογγῆς· λέγουσι γὰρ καὶ στροφὰς ὧδε· ἢ ὡς ἐπὶ στεφάνου μουσικοῦ.
d. ὁ δὲ λόγος· ὦ τῆς ἐμῆς πατρίδος Ἀρκαδικῆς Μετώπη· λέγει δὲ τοῦ ποταμοῦ· γεύσομαι τῷ ὕμνῳ καὶ εἰς τὸ ἐγκώμιον ἀναλήψομαι, αὐτῷ τε τῷ Ἀγησίᾳ καὶ τοῖς τούτου ἀνδρείοις καὶ πολεμικωτάτοις προγόνοις τὸν ποικίλον καὶ πολύφθογγον ὕμνον διαπλέκων καὶ συντιθείς.
[*]()a. ὄτρυνον νῦν ἑταίρους, Αἰνέα: ἀποστρέφει τὸν λόγον πρὸς Αἰνέαν τὸν χοροδιδάσκαλον. Αἰνέας γὰρ οὗτος χοροδιδάσκαλος, ᾧ ἐχρήσατο διὰ τὸ αὐτὸν ἰσχνόφωνον εἶναι καὶ μὴ δύνασθαι ἐν τῷ δημοσίῳ δι᾿ ἑαυτοῦ καταλέγειν τοῖς χοροῖς, ὅπερ οἱ πλείους καὶ μεγαλόφωνοι
b. ἡ δὲ παροιμία ἐντεῦθεν· Ὕαντες, ἔθνος βάρβαρον ἀρχαῖον, κατῴκησαν τὴν Βοιωτίαν· οὕστινας ἐκ παραφθορᾶς τοῦ ὀνόματος, ἀντὶ τοῦ Ὕαντας λέγειν, Ὗς ἐκάλουν· ὥστε καὶ τοῖς ὕστερον διαδοθῆναι τὴν λέξιν ἐπὶ τῶν Βοιωτῶν καὶ λοιπὸν νομισθῆναι, | διὰ πολλὴν ἀλογίαν καὶ ἀγροικίαν οὕτως ἐξ ἀρχαίου αὐτοὺς [*]() κεκλῆσθαι, τούς τε βουλομένους εἰς ἀπαιδευσίαν ἐπισκώπτειν τινὰς, τοῦτο λέγειν· Βοιωτία ὗς.
c. ὁ δὲ νοῦς· [*]() παρόξυνον ἐπὶ τοῦ παρόντος τοὺς χορευτὰς, ὦ Αἰνέα, πρῶτον μὲν τὴν Ἥραν τὴν ἐν τῷ Παρθενίῳ ὄρει Παρθενίαν ἀνυμνῆσαι, καὶ γνῶναι ἀληθέσι λόγοις διὰ τοῦ ὕμνου ποίησον
[*]()a. Αἰνέα: Αἰνέας ὁ τοῦ χοροῦ διδάσκαλος, ᾧτινι ὁ Πίνδαρος ἐχρῆτο διὰ τὸ ἰσχνόφωνον καὶ μὴ δι᾿ ἑαυτοῦ δύνασθαι τοῖς χοροῖς καταλέγειν· ὅπερ οἱ πλεῖστοι ἐποίουν, δι᾿ ἑαυτῶν ἀγωνιζόμενοι.
[*]()b. πρῶτον μὲν Ἥραν: τὴν Σαμίαν Ἥραν.
c. τινὲς δὲ τὸν Ἀγησίαν φασὶν ἱδρύσασθαι ἄγαλμα Ἥρας.
d. οἱ δὲ ὅτι γαμήλιος καὶ αἰτία γενέσεων.
e. καὶ ἐν Εὐβοίᾳ Παρθένος ἐκαλεῖτο.
f. καὶ ποταμὸς Παρθένιος, ὃς Ἴμβρασος ἐκλήθη. Καλλίμαχος (fr. 213)· ἀντὶ γὰρ ἐκλήθης, Ἴμβρασε, Παρθενίου.
[*]()g. Ἥραν Παρθενίαν: τὴν ἐν τῷ Παρθενίῳ ὄρει τῆς Ἀρκαδίας τιμωμένην [ὑμνῆσαι]· ἵν᾿ ᾖ, τὴν ἐν Ἀρκαδίᾳ. οὕτως δὲ καὶ ἐν Ἄργει τιμᾶται Ἥρα.