Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

e. ἔνιοι δὲ οὕτω φασὶ, τεμνομένοις δέρμασι μαντεύεσθαι αὐτούς· λαμβάνοντες γὰρ τὰς βύρσας τῶν ἱερείων ἔσχιζον, καὶ κατὰ τὰ σχίσματα ἐμαντεύοντο, ἀφορῶντες εἰς τὴν τομὴν, πότερον εὐθεῖά ἐστιν ἢ οὔ.

a. ψευδέων ἄγνωστον: ἀληθῆ.

b. ἄγνωστος [*]() δὲ ψευδέων ἡ τῶν θεῶν φωνή. ἄλλοι δέ φασιν ὄρνεων.

a. σεμνὸν θάλος: Δίδυμός φησι μὴ σώζεσθαι [*]() τὸν λόγον· τὸν γὰρ Ἡρακλέα θάλος εἶπεν Ἀλκαϊδᾶν ἀπὸ Ἀμφιτρύωνος, ὃς ἦν Ἀλκαίου παῖς. ἔθος δὲ τῷ Πινδάρῳ κατὰ τοῦ ἑνὸς τάσσειν τὸ πληθυντικόν.