Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. πάγκοινον ἐς χώραν: κοινὴν χώραν τὴν Ἤλιδα, [*]() ὅτι πολλοὶ ξένοι ἐκεῖσε ἤρχοντο ἀγωνισόμενοι.

d. φήμας δὲ ὄπισθεν, οἷον τῇ φωνῇ ἀκολουθῶν· ὡς Ὅμηρος (Υ 131)· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.[*]()

φάμας ὄπισθεν: τῇ ἐμῇ φωνῇ ἐπικατακολούθει. [*]() Ὁμηρικῶς δέ (l. l.)· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.

a. πέτραν: τὸν ἐν τῇ Ὀλυμπίᾳ λόφον φησίν.[*]() [*]()

1.178

[*]()b. πέτραν ἀλίβατον: τὴν ὑψηλήν.

c. καὶ ἤτοι ἐφ᾿ ἧς βαίνοντά ἐστιν ἀλιτεῖν διὰ τὸ ὕψος, ἢ ἐφ᾿ ἧς ἀνατέλλων[*]() πρῶτον ὁ ἥλιος βαίνει.

d. ὁ δὲ νοῦς· ὅρμησον, ὦ τέκνον, καὶ ἐλθὲ εἰς τὴν πολύκοινον ἐσομένην χώραν [*]() κατακολουθῶν τῇ ἡμετέρᾳ φωνῇ. | παρεγένοντο δὲ εἰς τὴν ὑψηλὴν πέτραν τοῦ Κρονίου, ἐν ᾧ Κρονίῳ παρέσχεν αὐτῷ διπλοῦν θησαυρὸν μαντείας.[*]()

[*]()a. θησαυρὸν δίδυμον: δίδυμον θησαυρὸν μαντείας αὐτῷ φησι δοθῆναι, ἕνα μὲν τὸ κατὰ τὸ παρὸν εὐθέως τότε φωνὴν ἀκούειν ψευδέων ἀνεπίγνωστον, οἷον ἀληθῆ· μετὰ δὲ ταῦτα τοῦ κατ᾿ Ὀλυμπίαν ἀγῶνος ὑπὸ τοῦ Ἡρακλέους τεθέντος τὸ μαντεῖον ἱδρύσασθαι.

[*]()b. θησαυρὸν δίδυμον: ἕνα μὲν, τὸ κατὰ τὸ παρὸν εὐθέως φωνὴν ἀκούειν ψευδῶν ἀνεπίγνωστον· ὕστερον δὲ καὶ παρὰ τῷ βωμῷ τοῦ Διὸς μαντεύεσθαι ἐκ τῆς τοῦ πυρὸς ἀναδόσεως.