Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
f. αἰτῶν οὖν τιμήν τινα τὴν ἀπὸ πολλῶν, ἐν πολλοῖς ὄχλοις, ὑπάρξαι αὐτοῦ τῇ κεφαλῇ.[*]()
[*]()τιμάν τιν᾿: τιμὴν ἀπὸ τῶν λαῶν καὶ αὐξανομένην καὶ τρεφομένην.
[*]()a. νυκτὸς ὑπαίθριος: τοῦτο συναπτέον τῷ πρώτῳ· [*]() καταβὰς ἐν μέσῳ Ἀλφειῷ νυκτὸς ὑπαίθριος. | οἰκεῖος δὲ καὶ ὁ καιρὸς πρὸς θείαν ἐπίκλησιν.
b. ηὔχετο οὖν, φησιν, αἰτῶν καὶ παρακαλῶν νυκτὸς ὑπαίθριος· ἀρχαιότατος δὲ ὁ τρόπος τῆς εὐχῆς.
[*]()a. ἀρτιεπής: σαφὴς καὶ μηδὲν ἔχουσα ἀποκεκρυμμένον ὥσπερ οἱ χρησμοί.
c. ἡ δὲ ἀρτιεπὴς καὶ ἀληθὴς φωνὴ τοῦ πατρὸς αὐτοῦ [*]() πρὸς τὰς εὐχὰς ἀντεφθέγξατο.
d. ὄσσα δὲ ἡ φωνή.
[*]()a. μετάλλασεν: ἰδίως κέχρηται τῇ λέξει· μεταλλῆσαι γὰρ λέγουσι τὸ ζητῆσαι, ἀπὸ τῶν μετάλλων· ἐπὶ δὲ τοῦ τοιούτου οὐ τέταχεν, ἀλλ᾿ ἀντὶ τοῦ ἐφθέγξατο καὶ προσεῖπεν αὐτόν.
b. ἔνιοι οὕτως· ἐπεὶ ἀφανὴς ἦν ὁ Ἀπόλλων, ἐπεφάνη μὲν οὔ, προσέπιπτε δὲ αὐτῷ ἡ βοή.
[*]()c. μετάλλασέν τέ νιν: ἐὰν μὲν ἐπὶ τοῦ Ἀπόλλωνος, νοεῖσθαι δεῖ οὕτως· ἐπεζήτησέ τε αὐτὸν καὶ ἐν φροντίδι ἔσχεν ὅπως ἂν τὰ μέλλοντα προλέγειν παράσχῃ