Scholia in Pindarum Olympian Odes

Pindar Scholia

Scholia in Pindarum Olympian Odes, Drachmann, Teubner, 1903

[*]()a. Χρυσέας: ἀλληγορεῖ ὁ ποιητὴς, ὡς ἐπὶ οἰκίας μεγαλοπρεποῦς κατασκευαστὴς τὸν ἐπίνικον διατεθειμένος. παραβάλλει δὲ προπυλαίῳ μὲν τὸ προοίμιον, τῷ δὲ ὅλῳ [*]() οἴκῳ τὸν ὕμνον, ἑαυτὸν δὲ τῷ κατασκευάζοντι.

[*]()b. ὁ δὲ νοῦς· χρυσέας ὑποστήσαντες κίονας πρὸ τοῦ θαλάμου, οὕτως τὸ λοιπὸν πήξομεν μέγαρον, τουτέστι τελειώσομεν τὴν ᾠδὴν προκαταβαλλόμενοι ἀρχὰς κεφαλαιώδεις.

[*]()c. ὁ δὲ νοῦς τοιοῦτος· ὕμνον πήξομεν ὥσπερ θαητὸν [*]() μέγαρον χρυσέας κίονας ὑποστήσαντες τῷ προθύρῳ τοῦ θαλάμου, ὅπερ ἐστὶ τὸ προοίμιον. καὶ ὥσπερ θαύματος ἄξιον μέγαρον ἢ οἶκον κατασκευάσαντες τὸ πρόθυρον ἀξιοπρεπὲς ποιοῦμεν, οὕτω καὶ τοῦ ὕμνου τὸ προοίμιον πήξομεν ἀξιόλογον. 3 Q [*]()

[*]()d. χρυσέας· τιμίας νῦν κίονας ὑπορθώσαντες. θηλυκῶς δὲ νῦν προήγαγεν, ὡς καὶ Ὅμηρος (α 53)· ἔχει δέ τε κίονας αὐτὸς μακρὰς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν. 1 a Q

e. EM 514, 55: οἱ μὲν Ἀττικοὶ ἀρσενικῶς λέγουσιν, οἱ δὲ Ἴωνες θηλυκῶς· οἷον χρυσᾶς ὑφιστᾶν κίονας τῷ θαλάμῳ. Πίνδαρος. — Eust. Π. 550, 13. Od. 1390, 49 al.

1.155

ξύλων ἁρμογῆς λέγεται, νῦν δὲ καταχρηστικῶς ἀντὶ τοῦ κατασκευάσομεν.

[*]()ὡς ὅτε θαητόν: θαυμαστὸν, παρὰ τὴν θέαν. [*]()

[*]()a. πάξομεν: κυρίως μὲν τὸ πῆξαι ἐπὶ τῆς τῶν

b. ἀρχομένου δ᾿ ἔργου: δύναται τῷ δέ συνδέσμῳ [*]() ἀντὶ τοῦ γάρ χρῆσθαι· ἵνα ᾖ ἡ ἀρχὴ οἷον, ὥσπερ ἄλλοι ἀρχόμενοι ἔργου κοσμοῦσι τὰ πρόθυρα, οὕτω κοσμήσομεν καὶ ἡμεῖς τὸ προοίμιον· χρὴ γὰρ παντὸς ἔργου πρόσωπον τηλαυγὲς εἶναι. τοῦτο δὲ λέγει ἐπειδὴ τὰ περὶ αὐτοῦ προτερήματα κατ᾿ ἀρχὴν τῆς ᾠδῆς λέγει.

c. ἀρχομένου δ᾿ ἔργου: ὁ δὲ ἀντὶ τοῦ γάρ. ἡ γὰρ [*]() ἀκολουθία· παντὸς γὰρ ἔργου, φησὶν, ἀρχομένου περίβλεπτον καὶ ἐξαίρετον δεῖ ποιεῖν τὸ τῆς προσόψεως.

d. τὴν εἰσβολὴν καὶ τὴν ἀρχήν.

e. λαμπρὰν καὶ ἐπίσημον.

a. Ὀλυμπιονίκας: ἐπισυνάγει πρῶτον μὲν ὅτι [*]() Ὀλυμπιονίκης, δεύτερον δὲ ὅτι τοῦ μαντείου τοῦ Διὸς διοικητὴς, τρίτον δὲ ὅτι ἀπ᾿ ἐκείνου τοῦ πρῶτον κτίσαντος τὰς Συρακούσας. metr. A

b. εἰ δ᾿ εἴη μὲν Ὀλυμπιονίκας: λοιπὸν περὶ τοῦ [*]() Ἀγησίου φησίν· εἴ τις οὖν ὃν τρόπον οὗτος Ὀλυμπιονίκης εἴη καὶ προφήτης τοῦ κατὰ Πίσαν καὶ Ὀλυμπίαν μαντείου καὶ συνῳκικὼς τὰς Συρακούσας, τίνα διαφύγῃ ἂν ὁ τοιοῦτος ὕμνον; οὐχὶ δὲ παντὸς ἂν τύχῃ, τῶν πολιτῶν γε δὴ τυχὼν ἀφθόνων ἐν τῷ ὑμνεῖσθαι; τοῦτο δὲ προστίθησιν, ἐπειδὴ οἱ πολῖται κατὰ φύσιν ἀλλήλοις φθονοῦσιν.

a. βωμῷ: ἀντὶ τοῦ βωμοῦ.

b. δι᾿ ἐμπύρων ἐν [*]() Ἤλιδι Ἰαμίδαι ἐμαντεύοντο· ἀφ᾿ ὧν τὸ γένος εἶχεν Ἀγησίας.

1.156
τοῦ δὲ μαντείου τοῦ ἐν Ἤλιδι καὶ Δικαίαρχος (FHG II, 239) μέμνηται.

[*]()c. βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ: παρόσον ὁ Ἀγησίας ἱερεὺς ἦν τοῦ ἐν Πίσῃ μαντικοῦ βωμοῦ [*]()τοῦ τῷ Διὶ ἀνιερωμένου.

d. μαντείῳ δὲ ἀντὶ τοῦ [*]() μαντικῷ.

[*]()e. (μαντείῳ:) μαντικῷ.

[*]()a. συνοικιστήρ τε: ὅτι οἱ πρόγονοι αὐτοῦ σὺν Ἀρχίᾳ παρεγένοντο ἐν Συρακούσαις οἱ Ἰαμίδαι, ἀφ᾿ ὧν εἰκὸς παραλαβεῖν τινας. 14 [*]()

[*]()b. συνοικιστήρ τε: τοῦτο δὲ οὐκ ἀληθῶς· οὐ γὰρ οὗτος συνῴκισε τὰς Συρακούσας. ἀλλὰ πρὸς ἐγκώμιον εἴληφεν· ἀπὸ γὰρ ἐκείνων ὁ Ἀγησίας τῶν συνοικισάντων.

[*]()a. ἴστω γάρ: οἷον ὅτι ἔχει τὰ προειρημένα τρία. b. ἢ ἐν τούτῳ τῷ πεδίλῳ, τῆς ἱμερτῆς ἀοιδῆς.

c. τουτέστι [*]() περὶ πόδας ἑαυτοῦ πεποιημένος τὰ τρία καὶ συνῃρημένα αὐτὰ ἔχων ὁ Ἀγησίας. 18

[*]()d. ἴστω: γινωσκέτω. καὶ Ὅμηρος (O 217)· ἴστω τοῦθ᾿ ὅτι νῶιν ἀνήκεστον ἄλγος ἔσται. 14 a Q

[*]()e (πεδίλω:) νῦν τῇ βάσει καὶ τῷ ῥυθμῷ. [*]()

[*]()f. πεδίλῳ δὲ τῷ ὑποδήματι· νῦν δὲ τῇ βάσει καὶ τῷ ῥυθμῷ λέγει. 14 f Q

[*]()a. Σωστράτου υἱός: ὁ Ἀγησίας.

b. ὁ δὲ νοῦς· ἴστω δὲ ἐν τῷδε βεβηκὼς τῷ τρόπῳ ὁ τοῦ Σωστράτου παῖς Ἀγησίας τὰ προειρημένα τρία ἔχων, Ὀλυμπιονίκης καὶ ταμίας [*]() [*]() τοῦ Διὸς βωμοῦ καὶ συνοικιστὴς Συρακουσῶν.

e. πεδίλῳ

1.157
δὲ καὶ τὸ ἑξῆς εἶπεν, ἵν᾿ εἴπῃ ὅτι προσήρμοσται αὐτῷ τὰ προειρημένα δαιμονίως καὶ ἐξαιρέτως, ὡσανεὶ πέδιλον τῷ ποδί.

d. τουτέστιν ὁ ὕμνος. 12 f Q [*]()

e. ἀκίνδυνοι δ᾿ ἀρεταί: ἤτοι ὡς περὶ τὸν οἶκον [*]() αὐτοῦ πολλῶν κινδύνων γενομένων, ἢ αὐτοῦ μετὰ κινδύνου νικήσαντος.

f. ἀκίνδυνοι δ᾿ ἀρεταί: Ἡσίοδος λέγει (O. et BCDEQ D. 289)· τῆς δ᾿ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν. ὁ δὲ λέγει ὅτι αἱ ἀρεταὶ αἱ χωρὶς πόνων καὶ κινδύνων οὐκ εἰσὶ τίμιαι οὔτε παρὰ τοῖς ἄλλοις ἀνθρώποις οὔτε παρὰ τοῖς θαλαττεύουσιν ἁπλῶς, εἰ μὴ καὶ ναύμαχός τις εἴη. | παραμυθεῖται δὲ αὐτὸν, ἐπειδὴ μετὰ μόχθου πολλοῦ [*]() ἐνίκησεν.

a. πολλοὶ δὲ μέμνανται: τὸ διὰ πόνου γιγνόμενον [*]() πολλοὶ ἀπομνημονεύουσιν.

b. ἢ οὕτως· πολλοὶ τοῦ καλοῦ μνημονεύουσιν ὅταν πονηθῇ. 12

a. καλὸν εἴ τι ποναθῇ: ταῦτα δὲ ὡς κάλλιστα [*]() παρὰ τοῖς πολλοῖς μνημονεύεται, τὰ μετὰ πόνων ἀγαθὰ συμβαίνοντα δικαίως.

b. τὸ δὲ πονηθῇ ἀντὶ τοῦ μετὰ [*]() πόνου κατορθωθείη.

a. Ἀγησία: σοὶ ·δὲ, ὦ Ἀγησία, πάρεστιν ἕτοιμον [*]() ἔχειν τὸν ἔπαινον ὡς ἐπῄνεσεν ὁ Ἄδραστος εἰς Ἀμφιάραον. οὗτος ὑπὸ γῆς κατεπόθη πολεμῶν ἐν Θήβαις. τίς οὖν τοῦ Ἀδράστου πρὸς τὸν Ἀμφιάραον ἔπαινος ἐοικώς σοι; ἐκεῖνος ἀγαθὸς ἦν πολεμεῖν καὶ μάντις, σὺ δὲ καὶ ἀνδρεῖος καὶ μάντις ἀγαθός. ἔχεις δὴ τὸν Ἀμφιαράου ἔπαινον ἑτοίμως.

b. Οἰκλέους δὲ παῖς Ἀμφιάραος.

c. τὶν δ᾿ αἶνος ἕτοιμος: σοὶ δὲ, ὦ Ἀγησία, πρόχειρος [*]() [*]() καὶ ἁρμόδιος ὁ ἔπαινος καὶ πρέπων ὁ ὑπὸ τοῦ

1.158
Ἀδράστου ῥηθεὶς τοῦ Ταλαοῦ παιδὸς εἰς τὸν μάντιν Ἀμφιάραον τὸν Οἰκλέους υἱὸν, ὃν διαστᾶσα καὶ ἡ γῆ ἐδέξατο ἅμα τῷ ἅρματι ἐν Ὠρωπῷ τῆς Βοιωτίας κινδυνεύειν μέλλοντα· περὶ οὗ μάντεως Ἀμφιαράου ὁ τοῦ Ταλαοῦ παῖς Ἄδραστος εἶπεν ὅτε συνηθροίσθησαν οἱ τῶν ἑπτὰ πυλῶν [*]() νεκροὶ ἐν Θήβαις καὶ ἐγένοντο ἑπτὰ πυρκαϊαί· ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς, καὶ τὰ ἑξῆς. 23 e E

[*]()d. (ἑτοῖμος:) νῦν ἁρμόδιος.

[*]()a. (ἐπεί:) ἀφ᾿ οὗ.

[*]()b. ἐπεὶ κατὰ γαῖ᾿: κεραυνωθεὶς γὰρ Ἀμφιάραος [*]() κατέδυ μετὰ τοῦ ἅρματος ἐν τῷ Ὠρωπῷ τῆς Βοιωτίας καταποθεὶς ὑπὸ τῆς γῆς.

c. αὐτόν τέ νιν: ὅτι ἐκ παραλλήλου τέθεικε τὰς ἀντωνυμίας, καὶ ἔστιν ἡ μία αὐτῶν περισσή. d. κατεπόθη δὲ Ἀμφιάραος, οἱ μὲν περὶ Ὠρωπὸν, οἱ δὲ περὶ Κλεωνάς· τοὺς δὲ ἵππους αὐτοῦ φησιν Ἀντίμαχος [*]() (fr. 31 K) εἶναι †ἀσυστάτους, οἱ δὲ Θεσσαλούς· ὀνόματα δὲ αὐτῶν Θόας καὶ Δίας· ὁ δὲ ἡνίοχος αὐτοῦ Βάτων ἐκαλεῖτο ἢ Σχοίνικος, συγκαταποθεὶς αὐτῷ.

[*]()a. ὀνόματα τῶν ἵππων Δίας καὶ Θόας.

[*]()b. (ἔμαρψεν:) ὑπεδέξατο. [*]()

[*]()a. ἑπτὰ δ᾿ ἔπειτα πυρᾶν: τῶν διαβεβοημένων ἐστὶ καὶ τοῦτο, πῶς ἑπτά φησι γενέσθαι πυρὰς, [τῶν] ἑπτὰ ἐπιστρατευσάντων καὶ οὐ πάντων καέντων. Ἀμφιάραος μὲν κατεπόθη σὺν τοῖς ἵπποις ἐν Ὠρωπῷ· Πολυνείκης δὲ οὐκ ἐτάφη· ἄταφος γὰρ ἔμεινεν· Ἄδραστος δὲ ζῶν εἰς Ἄργος [*]() ἀπῆλθεν. καταλείπονται δ΄, Τυδεὺς, Καπανεὺς, Παρθενοπαῖος, Ἱππομέδων. ὁ μὲν οὖν Ἀρίσταρχός φησιν ὅτι ἰδιάζει καὶ ἐν τούτοις ὁ Πίνδαρος ὡς καὶ ἐν ἄλλοις. ὁ δὲ Ἀριστόδημός

1.159
φησι τὰς ἑπτὰ πυρὰς . . . ἀπολομένων. οὕτως καὶ Ἱππομέδων καὶ Ἀρμενίδας (FHG IV, 339) γράφουσι· καὶ πυρὰς ποιεῦντες ἑπτὰ ἐπὶ τοῖς †ἕρμεσιν ἐνταῦθα ὅπου καλοῦνται Ἑπτὰ Πυραὶ, ἢ ἀπὸ τῶν ἑπτὰ ἐπὶ Θήβας, ἢ ἀπὸ τῶν ἑπτὰ παίδων Νιόβης ἐκεῖ καυθέντων ἀπὸ τῶν ιδ΄ χωρισθεισῶν τῶν συζυγιῶν.

b. ἑπτὰ δ᾿ ἔπειτα πυρᾶν νεκρῶν τελεσθέντων: [*]() ἐπισωρευθέντων.

c. ἤτοι καταριθμηθέντων, ἵνα καὶ τὸ ἑξῆς τοῦ λόγου οὕτως ἔχῃ· καταριθμήσας γὰρ ὁ Ἄδραστος τοὺς νεκροὺς καὶ λείποντα τὸν Ἀμφιάραον εὑρὼν, εἰκότως δυσφορήσας τὸν λόγον ἀπεφθέγξατο.

d. ἄλλως· ἑπτὰ δ᾿ ἔπειτα: ζητεῖται πῶς ἑπτά φησι [*]() τὰς πυράς· ἀδύνατον γάρ. ἠφάνιστο γὰρ Ἀμφιάραος· Ἄδραστος δὲ ζῶν εἰς Ἄργος ἀποφεύγει· Πολυνείκης δὲ ἄταφος ἔρριπτο, ὡς ἐπιστρατεύσας τῇ πατρίδι· ὥστε τῷ ἀληθεῖ λόγῳ τέσσαρας εἶναι πυρκαϊὰς τῶν τεθνηκότων. ἀλλ᾿ ἐπιλυτέον οὕτως, ὅτι τὰς πυρὰς ὁ Πίνδαρος καταριθμεῖται οὐ πρὸς αὐτοὺς τοὺς στρατηγοὺς, ἀλλὰ τὰ τούτων στρατεύματα. ἑπτὰ γὰρ τάξεις στρατευμάτων περὶ τὰς ἑπτὰ πύλας τῶν Θηβῶν μάχην συνεστήσαντο, καὶ οὕτω τῶν ἐν ἑκάστῃ πύλῃ τεθνηκότων στρατιωτῶν φησι γενέσθαι πυρκαϊάς. 27 E

1.160

[*]()e. ἄλλως· τὸ σημεῖον ὅτι ἑπτὰ πυράς φησι τῶν ἑπτὰ μὴ ἀποθανόντων· Ἀμφιάραος γὰρ κατεπόθη σὺν ταῖς ἵπποις ἐν Ὠρωπῷ πόλει τῆς Βοιωτίας. 23 b E

[*]()f. (τελεσθέντων:) συναχθέντων.

[*]()ποθέω: ὁ Ἀσκληπιάδης φησὶ ταῦτα εἰληφέναι ἐκ [*]() τῆς κυκλικῆς Θηβαίδος (fr. 5 K.).

[*]()a. ὀφθαλμόν: ὅτι ἔνδοξος, ὡς ὀφθαλμὸς τοῦ σώματος. b. ἢ ὅτι μάντις ὢν προέβλεπε καὶ διὰ τοῦτο διασημότατος ἦν.

c. ὀφθαλμὸν ἐμᾶς: ὀφθαλμὸν στρατιᾶς τὸν Ἀμφιάραον ἐκάλεσεν ὡς δυνάμει προὔχοντα καὶ μάντιν ὄντα [*]() καὶ προορᾶν τὰ μέλλοντα δυνάμενον· ὀφθαλμὸς γὰρ προὔχει τοῦ σώματος. τοῦτο οὖν καὶ ἐπὶ τούτου λέγει τοῦ νικηφόρου.

[*]()d. στρατιᾶς ὀφθαλμόν: ἤτοι τὸν ἐν πολέμῳ περίβλεπτον, ἢ τὸν προορᾶν δυνάμενον τὰ μέλλοντα ὡς μάντιν. [*]() καὶ δι᾿ ἀμφότερά, φησιν οὖν, ποθῶ αὐτὸν, ὅτι τε μάντις ἀγαθὸς καὶ πολεμιστὴς (ἀπὸ κοινοῦ τὸ ἀγαθός)· ὅπερ ἔξεστιν εἰπεῖν καὶ τῷ Ἀγησίᾳ τῷ δεσπότῃ τοῦ ὕμνου. τί δὲ αὐτῷ πάρεστιν ὃ καὶ τῷ Ἀμφιαράῳ; καὶ μάντις καὶ ἀνδρεῖος τὰ ἐν μάχαις. 35 Q [*]()

[*]()(τό:) τὸ ἐπὶ Ἀμφιαράου ῥηθέν.

[*]()a. ἀνδρὶ κώμου δεσπότᾳ: τῷ ἐγκωμιαζομένῳ. b. οἷον τῷ Ἀμφιαράῳ ὑπῆρξεν, τοιοῦτόν φησι καὶ τούτῳ ἶσον ὑμνούμενον. ἦν γὰρ ἀνὴρ ἀγαθὸς καὶ μάντις ὁ Ἀγησίας. [*]()

1.161

c. κώμου δεσπότᾳ: τῷ Ἀγησίᾳ. φησὶ γὰρ καὶ [*]() τὸν Ἀγησίαν μεθ᾿ Ἱέρωνος στρατευσάμενον πολλοὺς πολέμους κατωρθωκέναι μαντείᾳ καὶ ἀρετῇ. 35 BDE

a. οὔτε δύσερις ἐών: ὁ γὰρ δύσερις καὶ ψευδῆ [*]() δύναται λέγειν πρὸς φιλονεικίαν.

b. ὁ δὲ νοῦς· ἐγὼ οὐκ ὢν φιλόνεικος καὶ ὀμόσαιμι τῷ Ἀγησίᾳ μαρτυρῶν ταῦτα, ἅπερ καὶ ἐπὶ τοῦ Ἀμφιαράου λέγεται· εὔχομαι δὲ ἐπιτρέψαι μοι τὰς Μούσας καὶ συνεργῆσαι. εἰκότως δὲ παρὰ τῶν Μουσῶν αἰτεῖ ἐπιτραπῆναι, ἐπειδὴ οἶδεν ἀνάρμοστον ὂν τὸ ὀμνύναι ποιητῇ ἐγκωμιάζοντι.

c. οὔτε δύσερις ἐών: ἐγὼ γάρ, φησιν, οὔτε δύσερις [*]() οὔτε φιλόνεικός τις πάνυ ὢν καὶ τὸν μέγιστον ὅρκον ὀμόσαιμι μαρτυρῶν τῷ Ἀγησίᾳ, ὃ καὶ ἐπὶ τοῦ Ἀμφιαράου λέγεται· εὔχομαι δὲ ἐπιτρέψαι μοι τὰς Μούσας καὶ συνεργῆσαι. εἰκότως δὲ ἐπιτραπῆναι παρὰ τῶν Μουσῶν αἰτεῖ, ἐπειδὴ οἶδεν ἀνάρμοστον ὂν ποιητῇ τὸ ὀμνύειν ἐγκωμιάζοντι. 37 BDEQ

[τοῦτό γέ οἱ σαφέως μαρτυρήσω:] τοῦτο αὐτὸ [*]() μαρτυρήσω τὸ προδεδηλωμένον, ὅτι εἰς πάντα ὁ Ἀγησίας παραπλήσιος ἦν τῷ Ἀμφιαράῳ. 32 BDE 30 Q