Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. ὑγίεντα: τὸν μετὰ ὑγείας· ἢ τὸν ἄθραυστον καὶ [*]() ὑγιῆ.
b. ὁ μὲν Ἀρίσταρχος ἀναγινώσκει ὀξύτονον τὴν παραλήγουσαν ἀντὶ τοῦ ὑγιαίνοντα· τινὲς δὲ ὡς χαρίεντα.
c. εἰ δὲ πλοῦτον ἔχει τις μεθ᾿ ὑγιείας, διοικῶν αὐτὸν καὶ δαπανῶν ὅπως πρεπῶδές ἐστιν, τύχῃ δὲ καὶ ὕμνῳ εὐφημεῖσθαι, μὴ ζητείων θεὸς γενέσθαι· ταῦτα γὰρ αὐτῷ ἱκανά.
d. ὑγίεντα δ᾿ εἴ τις ὄλβον: τὴν μεθ᾿ ὑγείας [*]()εὐδαιμονίαν.
e. ὁ δὲ νοῦς· ὁ δὲ τὸν πλοῦτον καὶ τὴν εὐδαιμονίαν αὔξων ἐν ἑαυτῷ καὶ οὕτως ἐπαρκῶν τῇ περιουσίᾳ καὶ διοικῶν τὴν ὕπαρξιν ὥστε καὶ εὐφημίας αὐτῷ προσγενέσθαι, οὗτος μὴ ζητείτω ἔτι καὶ θεὸς γενέσθαι.