Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. Ἰδαῖόν τε σεμνὸν ἄντρον: Ἰδαῖον ἄντρον ἐν [*]() Ἤλιδι Δημήτριος ὁ Σκήψιος νέων διακόσμου ἱερὸν Διός. ἔνιοι δὲ νομίζοντες μὴ τῶν ἐν Ἤλιδι χωρίων αὐτὸν μεμνῆσθαι
1.150
ὑπέλαβον μνημονεύειν Ἴδης τῆς ἐν Κρήτῃ ἢ τῆς ἐν Τροίᾳ. οὕτως Θέων φησίν.[*]()b. Ἰδαῖόν τε σεμνὸν ἄντρον: τὸ Κρητικὸν ὄρος, ἔνθα ἀνετράφη ὁ Ζεὺς ὑπὸ τῶν Κουρήτων φρουρούμενος. ἄντρον δὲ τὸ σπήλαιον λέγει. μέμνηται δὲ τῆς ἀνατροφῆς τοῦ Διὸς καὶ ὁ Καλλίμαχος ἐν ὕμνοις (I, 46 sqq.).