Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ἱκὼν δ᾿ Οἰνομάου: ἀπὸ τῆς Πίσης.

b. περιφραστικῶς [*]() ἀπὸ τῆς Πελοποννήσου ἐλθών.

c. ὅτι καὶ ὁ Οἰνόμαος ἐν Ὀλυμπίᾳ ᾤκει.

d. ἱκὼν δὲ ἀντὶ τοῦ παραγενόμενος. [*]()

e. ἄλλως· ἱκὼν δ᾿ Οἰνομάου ἕως τόνδε δᾶμον [*]() ἀστῶν: ὁ νοῦς· ἐλθὼν δὲ ἐκ τοῦ ἀγῶνος καὶ τῆς Πίσης νικήσας ὑμνεῖ μὲν τὸ σὸν ἄλσος, ὦ πολιοῦχε Ἀθηνᾶ· ἀντὶ τοῦ σὲ ὑμνεῖ· ὑμνεῖ δὲ καὶ τὸν ποταμὸν τὸν Ὄανον καλούμενον καὶ τὴν ἐγχωρίαν λίμνην Καμάριναν· ὑμνεῖ δὲ καὶ τοὺς ὀχετοὺς τοῦ Ἱππάριδος ποταμοῦ, ὅστις τοῖς μὲν ὀχετοῖς αὐτοῦ ἄρδει τὸν ὅλον ὄχλον τε καὶ τόπον, προσκολλᾷ δὲ καὶ προστίθησιν ἀδιαλείπτως ἄλσος μέγα καὶ τόπον πολύν τε καὶ ὑψηλὸν, ὡς δύνασθαι καὶ θαλάμους ἐξ αὐτοῦ καὶ μεγάλας ποιεῖν οἰκίας· ἄγει δὲ τὸν δῆμον αὐτὸν εἰς φῶς καὶ χαρὰν ἐξ ἀμηχανίας καὶ ἀπορίας, πάντα παρέχων. λέγεται γὰρ καὶ ναυσίπορος εἶναι καὶ πολύιχθυς. καὶ ὁ μὲν Ἀρίσταρχος βούλεται οὕτω, θαλάμων κατασκευὰς τὸν Ἵππαριν τῇ Καμαρίνῃ παρέχειν· φησὶ γὰρ ὅτι διὰ μέσης ῥέων τῆς Καμαρίνης τῇ πλημμυρίᾳ ἀναπλάσσει γῆν, ἀφ᾿ ἧς πλινθεύοντες οἱ Καμαριναῖοι οἰκοδομοῦσι τὰς οἰκίας. προσπλάσσει δὲ γῆν ὡς καὶ ὁ Ἀχελῷος ταῖς Ἐχινάσι καὶ ὁ Νεῖλος τῇ Αἰγύπτῳ. | ὁ δὲ Δίδυμος οὐ τοῦτο βούλεται·[*]() οὐ γάρ φησι τοσοῦτον πλημμυρεῖν ὡς δύνασθαι τῇ νεωστὶ κατασκευασθείσῃ πόλει τοσοῦτον παρασχεῖν πηλὸν πρὸς

1.146
πλινθοποιίαν. ἀλλὰ τοῦτό φησιν, ὅτι ὁ ποταμὸς διὰ μέσης τῆς ὕλης ῥεῖ· εἶτα κοπτόντων τῶν Καμαριναίων τὰ ξύλα εἰς κατασκευὴν οἴκων, ἀμηχανούντων δὲ πρὸς τὴν καταγωγὴν, ὑποδέχεσθαι καὶ τῷ πολλῷ ῥεύματι κατάγειν εἰς τὴν [*]() πόλιν. | οὕτω καὶ τὸ ταχέως προσκεῖσθαι τῷ λόγῳ φαμέν.[*]()

[*]()a. παρ᾿ εὐηράτων σταθμῶν: ἐπεράστων οἴκων· νῦν γὰρ καταχρηστικώτερον σταθμῶν τῶν οἴκων. λέγει δὲ ἀπὸ τῆς Ὀλυμπίας.

[*]()b. γράφεται εὐηλάτων· ἔνθα αἱ ἱππηλασίαι γίνονται.

[*]()πολιάοχε: Καμαριναίων θεὸς ἡ Ἀθηνᾶ καὶ διὰ πλείστης τιμῆς παρ᾿ αὐτοῖς οὖσα ἡ θεός. καὶ Ἀθήναιον ἐπίσημον ἐν Καμαρίνῃ. εἰς τοῦτο δὲ εἰώθει ὁ κῶμος ἄγεσθαι ἐπὶ τῇ νίκῃ καὶ ὁ ὕμνος ᾄδεσθαι.

[*]()a. [Ὄανον:] Ἀθηνᾶς ἱερὸν ἐπίσημον ἐν Καμαρίνῃ.

[*]()b. ποταμόν τε Ὄανον: ποταμὸς ἐν Καμαρίνῃ Ὄανος.

c. τοὺς δὲ ἱεροὺς τόπους ἄλση εἰώθασι λέγειν.[*]()

[*]()a. Ἵππαρις: ὁ Ἵππαρις λέγεται τὰς ῥύσεις τῶν ὑδάτων ἔχειν οὐχ ὁμοίας, ἀλλὰ τὴν μὲν γλυκεῖαν, τὴν δὲ πικράν· ὅπερ κρύπτων ὁ ποιητὴς σεμνοὺς ὀχετοὺς λέγει. Ἵππαρις δὲ ποταμὸς Σικελίας·

. . . καὶ Καμάριναν, ἵν᾿ Ἵππαρις ἀγκύλον ἕρπει.

b. Ἀρίσταρχος παριέναι φησὶ τὸν Ἵππαριν τὴν πόλιν καὶ προσχωννύντα ἰλὺν ἀναπλάσσειν αὐτῇ γῆν, καθάπερ τὸν

1.147
Ἀχελῷον ταῖς Ἐχινάσι νήσοις καὶ τὸν Νεῖλον τῇ Αἰγύπτῳ· κολλᾷ οὖν ἀντὶ τοῦ προσαναπλάσσει γῆν. τοῦτο δέ φησιν ὁ Δίδυμος ἀμάρτυρον εἶναι· οὐ γὰρ ἱστορεῖται περὶ τὸν Ἵππαριν καὶ τὴν Καμάριναν τοῦτο γενόμενον· οὐ γὰρ πλημμύρᾳ χρῆται ὁ ποταμὸς καταφερόμενος. βέλτιον οὖν οὕτως τινές· ἐπειδὴ ἐξ ὑπογυίου συνῴκισται ἡ Καμάρινα, καθὰ καὶ νέοικον αὐτὴν προσηγόρευσε, γειτνιᾷ δὲ Ἵππαρις αὐτῇ, κατὰ τοῦτο φάναι ἐπὶ τοῦ συνοικισμοῦ κολλᾶσθαι ὑπ᾿ αὐτοῦ σταδίων θαλάμων ταχέως ὑψίπυργον ἄλσος, ἐπεὶ τὰ ἐπιτήδεια πρὸς τὴν οἰκοδομὴν διὰ τοῦ κατάπλου προσεκομίζετο ὥστε ποιεῖν σταδίους θαλάμους.

c. Ἵππαρις: ποταμὸς οὗτος ἐν Καμαρίνῃ. ἔστι δὲ [*]() αὐτοῦ τοῦ ῥεύματος τὸ μέν τι γλυκὺ, τὸ δὲ ἁλμυρόν· διὸ καὶ τὸν Πίνδαρον εἰρηκέναι σεμνοὺς ὀχετοὺς ἀναστέλλοντα.

a. κολλᾷ τε σταδίων: εὖ ἑστώτων. ἑδραίων. [*]()

b. ὅτι προσχώννυσι καὶ προστίθησί τινα τῇ πόλει γῆν.

c. κολλᾷ οὖν ἀντὶ τοῦ προσαναπλάσσει.

d. τὸ δὲ σταδίων θαλάμων ἄλσος ἀντὶ τοῦ πρὸς οἰκοδομὴν ἐπιτήδειον οἴκων.

e. ἄλλως· κολλᾷ τε σταδίων: Ἀρίσταρχός φησιν [*]() ἰλὺν καταφέρειν τὸν Ἵππαριν ὡς καὶ τὸν Νεῖλον· ἐκ δὲ τῆς ἰλύος κατασκευάζεσθαί φησιν ἄλση· κυρίως γὰρ ἀκούεσθαι τὰ ἄλση. οὐκ ἔστι δὲ, ἀλλ᾿ ὑψίγυια ἄλση τοὺς οἴκους φησὶ παρὰ τὸ ἑστάναι ὡς τὰ ἄλση.

f. ἄλσος δὲ [*]() θαλάμων, τὸ πλῆθος τῶν οἴκων, τουτέστιν αὐτὴν τὴν πόλιν, | ὡσεὶ ἔλεγε δένδρων ἄλσος. σταδίων δὲ οἷον ἑδραίων.[*]()

g. ὁ οὖν Ἵππαρις κολλᾶ καὶ προστίθησιν ἐπὶ τῇ πόλει τοὺς θαλάμους, καθὸ δι᾿ αὐτοῦ εἰσκομίζεται τὰ πρὸς τὴν κατασκευὴν ὑπουργήματα, καὶ διὰ τοῦτο αἴτιος τοῦ τὰς οἰκίας κατασκευάζεσθαι. μεσόγειος γάρ ἐστιν ἡ χώρα.

1.148

[*]()h. ἄλλως· θάλαμος κυρίως ἐστὶν οἶκος ἐν ῳ κατακλείονται αἱ νυμφευόμεναι, ὅτι θάλλουσαι τῇ ἡλικίᾳ συνέρχονται γάμῳ· καταχρηστικῶς δὲ νῦν ὅλας τὰς οἰκίας θαλάμους εἶπεν ὁ Πίνδαρος.[*]()

[*]()a. ὑψίγυιον ἄλσος: ὑψηλὸν ἀπὸ τῆς γῆς.

b. ἔχον μακροὺς κλάδους, τουτέστι ξύλα μακρὰ οἷς † λακτίζουσι καὶ ὀροφοῦσι τοὺς θαλάμους.

[*]()c. ὑψίγυιον: ὑψηλόν.

d. πρὸς οἰκοδομίαν χρήσιμον.

[*]()ὑπ᾿ ἀμηχανίας: ὑπ᾿ ἀπορίας.

[*]()a. αἰεὶ δ᾿ ἀμφ᾿ ἀρεταῖσιν: ὡμολόγηται ὅτι ἕνεκα τοῦ κτήσασθαι ἀρετὴν καὶ πόνους τις καὶ μεγάλας δαπάνας καταβάλλεται καὶ πρὸς πᾶν ἔργον ἐπικίνδυνον ἀπομάχεται [*]() ἡ δαπάνη καὶ ὁ πόνος.

b. κινδύνῳ δὲ κεκαλυμμένον εἶπε νῦν, ἐπειδὴ οὐ μόνον ἄδηλός ἐστι τοῖς τὰ ἑαυτῶν δαπανῶσιν ἡ ἐν Ὀλυμπίᾳ νίκη, ἀλλ᾿ ὅτι καὶ πλεῖστοι τῶν ἀγωνιζομένων ἀπέθανον ἐν τῷ σταδίῳ. τοῦτο δὲ οὐκ ἔστι πρόδηλον, οὐδὲ γὰρ πᾶσι συμβαίνει, ἀλλὰ κεκάλυπται ὁ τοιοῦτος κίνδυνος τῇ ἀδηλίᾳ. ἐνδείκνυται δὲ ὅτι οὐ μικρόν ἐστι νικῆσαι Ὀλύμπια.[*]()

[*]()c. πόνος δαπάνα: πονεῖν ἔφη καὶ δαπανᾶν τοὺς ὀρεγομένους ἀρετῆς· καὶ πόνον μὲν τὴν γυμνασίαν εἶπε, δαπάνην δὲ τὴν ἱπποτροφίαν. (Hes. O. et D. 289)· τῆς ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν.

d. τὸ ἀγωνίζεσθαι οὐκ ἐκτός ἐστι κινδύνου διὰ τὸ ἄδηλον τῆς τύχης. οἱ δὲ λέγουσιν ὅτι μετὰ κινδύνου ἐνίκησεν ὁ ὑμνούμενος.

[*]()a. κινδύνῳ κεκαλυμμένον: πρὸς τὴν νίκην· ἄδηλος γάρ ἐστιν αὕτη τοῖς ἀγωνιζομένοις.

1.149

b. ἔργον κινδύνῳ: τῇ ἀδηλίᾳ· ἄδηλος γὰρ ἡ τῆς [*]() νίκης ἔκβασις.

c. πρὸς ἔργον: τὴν νίκην λέγει, ὅτι ἄδηλός ἐστιν.

a. εὖ δὲ ἔχοντες: εὐδαιμονήσαντες δὲ καὶ σοφοὶ [*]() καὶ λόγιοι τοῖς πολίταις ἔδοξαν εἶναι.

b. εὖ δὲ ἔχοντες: εὖ δὲ πράξαντες οἱ ἀρετῆς ἀντιποιούμενοι, [*]() ποιούμενοι, ὅ ἐστιν ἐπιτυχόντες οἱ νικήσαντες, καὶ σοφίας δόκησιν ἔχουσιν.

c. ἄλλως· οἱ ἐνάρετοι καὶ πονοῦσιν ἅμα [*]() καὶ ἀναλίσκουσιν ἕνεκα τοῦ ἀρετὴν κτήσασθαι.

d. ἢ οὕτω· παρὰ σοὶ, Ψαῦμι, ἕνεκα τῶν ἀρετῶν ὁ πόνος τῇ δαπάνῃ μάχεται· καὶ γὰρ δαπανᾷς καὶ ταλαιπωρεῖς.

e. σοφοὶ καὶ πολίταις: οἱ γοῦν εὐδαιμονήσαντες [*]() καὶ καλῶς διάξαντες κατὰ τὸν βίον ἤδη που καὶ σοφοὶ καὶ λόγιοι ἔδοξαν εἶναι παρὰ τοῖς πολίταις.

a. σωτὴρ ὑψινεφές: Ἀττικῶς ἀντὶ τοῦ ὑψινεφής.[*]()

b. Ζεῦ, ὅστις σωτὴρ τυγχάνεις καὶ τῶν ἐν ὕψει νεφελῶν κρατεῖς τόν τε λόγον οἰκεῖς τοῦ Κρόνου.

c. Κρόνιον δὲ ὄρος ἐστὶν ἐν τῇ Πίσῃ ἱερὸν Κρόνου.[*]()

a. τιμῶν τ᾿ Ἀλφεόν: καὶ τιμῶν καταξιῶν καὶ τὸν [*]() Ἀλφειὸν ποταμόν.

b. ἀπὸ δὲ μέρους τὴν Ἦλιν λέγει, διὰ [*]() τὸν ἀγῶνα.[*]()

a. Ἰδαῖόν τε σεμνὸν ἄντρον: Ἰδαῖον ἄντρον ἐν [*]() Ἤλιδι Δημήτριος ὁ Σκήψιος νέων διακόσμου ἱερὸν Διός. ἔνιοι δὲ νομίζοντες μὴ τῶν ἐν Ἤλιδι χωρίων αὐτὸν μεμνῆσθαι

1.150
ὑπέλαβον μνημονεύειν Ἴδης τῆς ἐν Κρήτῃ ἢ τῆς ἐν Τροίᾳ. οὕτως Θέων φησίν.

[*]()b. Ἰδαῖόν τε σεμνὸν ἄντρον: τὸ Κρητικὸν ὄρος, ἔνθα ἀνετράφη ὁ Ζεὺς ὑπὸ τῶν Κουρήτων φρουρούμενος. ἄντρον δὲ τὸ σπήλαιον λέγει. μέμνηται δὲ τῆς ἀνατροφῆς τοῦ Διὸς καὶ ὁ Καλλίμαχος ἐν ὕμνοις (I, 46 sqq.).

[*]()a. ἱκέτας σέθεν: παρακαλῶ σε, Ζεῦ, Λυδίαις ὑμνῶν εὐρυθμίαις φυλάττειν τὴν Καμάριναν ἐν νίκαις καὶ ἀνδρείαις.

[*]()b. ἱκέτας σέθεν ἔρχομαι: ἡ ἀνταπόδοσις τῆς ἐπικλήσεως· ὦ Ζεῦ, ἱκέτης σου ἔρχομαι· ἵν᾿ ᾖ· ἱκετεύω σε, Ζεῦ.

[*]()c. Λυδίοις ἀπύων: Λυδιστὶ ἡρμοσμένοις. Πτολεμαῖος δὲ ὁ ἐπιθέτης τοὺς ἐν Λυδίᾳ αὐλούς φησι πρωτεύειν ἐν τῇ τέχνῃ.

[*]()d. Λυδίοις ἀπύων: ἀντὶ τοῦ βοῶν, ᾄδων.[*]()

e. αἰτήσω σέ, φησιν, ὦ Ὀλυμπιόνικε Ψαῦμι, καὶ σὲ τοῖς ἵπποις ἐπιτερπόμενον εὔθυμον ἔχειν γῆρας καὶ φέρειν σε ἐπὶ τελευτὴν υἱῶν παρισταμένων.

[*]()f. ἄλλως· Λυδίοις ἀπύων ἐν αὐλοῖς: βοῶν. ᾄδων.

g. ἢ ὅτι αἱ λεγόμεναι γλωσσίδες τῶν αὐλῶν ἐν Λυδίᾳ γίνονται, ἢ ὅτι τοὺς μετὰ Πέλοπος ἐλθόντας πρώτους αὐλητὰς οἱ Ἕλληνες ἐμιμήσαντο. γλυκὺ δὲ τὸ Λύδιον μέλος.

[*]()h. ἔρχομαι οὖν αἰτήσων σε διὰ Λυδίου μελῳδίας ὥστε σε ταύτην τὴν πόλιν, τὴν Καμάριναν, ταῖς εὐανδρίαις καὶ [*]() ταῖς εὐφημίαις αὔξειν καὶ ἀγάλλειν.

i. εὐρυθμίαις δὲ Λυδίαις, Λυδιστὶ ἡρμοσμέναις.

1.151

αἰτήσων πόλιν εὐανορίαις: αἰτήσω δὲ σέ, φησιν, [*]() Ὀλυμπιόνικε Ψαῦμι, σὲ τὸν ἵπποις τοῦ Ποσειδῶνος ἐπιτερπόμενον (τῆς γὰρ ἱππικῆς ἔφορος ὁ θεός), εὔθυμον ἔχειν γῆρας καὶ φέρειν εἰς τὴν τελευτὴν, υἱῶν σου παρισταμένων.

σέ τ᾿ Ὀλυμπιόνικε: πάλιν ἀπέστρεψε τὸν λόγον [*]() πρὸς τὸν Ψαῦμιν· καὶ σὲ ἦλθον αἰτήσων, ὦ τὰ Ὀλύμπια | νενικηκὼς, ταῖς ἵπποις ἐπιτερπόμενον· Ποσειδανίαισι δὲ, [*]() ἐπεὶ φίλιππος ὁ θεός· | μέχρι τῆς τελευτῆς σου τοῦ βίου [*]() διάγειν ἐν εὐθυμίᾳ καὶ τὸ γῆρας τοῖς καλοῖς τέρπειν.[*]()

a. υἱῶν Ψαῦμι: ἢ εὔχεται παῖδας αὐτῷ γενέσθαι, [*]() ἢ ὑπὲρ τῶν ὄντων καὶ παρεστώτων αὐτῷ.

b. υἱῶν, Ψαῦμι, παρισταμένων: παρεστώτων [*]() σοι, ὦ Ψαῦμι, καὶ υἱῶν. ἴσως δὲ ὡς πρὸς τέλεον ἄπαιδα· ἢ ὡς ἐπιθυμοῦντα ἀρρένων παίδων· | ἢ ὡς λοιπὸν παρεστώτων [*]() αὐτῷ καὶ παίδων.