Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ὦ θύγατερ Ὠκεανοῦ Καμάρινα, δέχου τὸν γλυκὺν [*]() ἄωτον τῶν στεφάνων καὶ τῶν ἀρετῶν τῶν ἐν Ὀλυμπίᾳ καρδίᾳ γελανεῖ, τουτέστι γαληνιαζούσῃ, καὶ τῆς ἀκαμαντόποδος ἀπήνης καὶ τὰ δῶρα τοῦ Ψαύμιδος· σοὶ γὰρ αὐτὰ παρακομίζει.

b. Ὑψηλᾶν ἀρετᾶν: ὁ νοῦς· λέγει πρὸς τὴν Καμάριναν [*]() τὴν Ὠκεανοῦ, ᾗ ὁμώνυμος ἡ πόλις καὶ ἡ λίμνη, | ὅτι δέξαι τῶν ἀρετῶν καὶ τῶν στεφάνων τῶν ἐν Ὀλυμπίᾳ [*]() καὶ τῆς ἀπήνης τὸ ἄωτον, ἀντὶ τοῦ τὸν ὕμνον, ὅς ἐστι δῶρα τοῦ Ψαύμιος νενικηκότος. τὸν ὕμνον δὲ ἄωτον τῶν στεφάνων καὶ τῶν ἀρετῶν εἶπεν, ἐπεὶ οἱ νικῶντες ἐκ τοῦ ὑμνεῖσθαι εὐκλεεῖς γίνονται. Ἀρίσταρχος δὲ ἀκούει Ὠκεανοῦ θυγατέρα Καμάριναν τὴν λίμνην, ἀφ᾿ ἧς καὶ τὴν πόλιν ὠνομάσθαι. Ἀρτέμων δὲ (FHG IV, 341) πρὸς τὴν Ἀρέθουσαν τὸν λόγον εἶναί φησιν. αὕτη δὲ ἐν Συρακούσαις κρήνη· ὑποτέτακται δὲ ἡ Καμάρινα ταῖς Συρακούσαις. ἔχει

1.140
δὲ ἡ Ἀρέθουσα καὶ πᾶσα κρήνη τὰς πηγὰς ἀπὸ Ὠκεανοῦ. [*]() βέλτιον δὲ ὡς Ἀρίσταρχος.

c. ἄλλως· Καμάρινα καὶ ἡ πόλις τοῦ Ψαύμιδος καλεῖται καὶ λίμνη πλησίον αὐτῆς κειμένη. οἱ μὲν οὖν φασιν ὅτι τῇ πόλει τὸ ὄνομα ἐτέθη ἀπό τινος νύμφης οὔσης, οἱ δὲ ἔκ τινος Ὠκεανοῦ θυγατρὸς ἀμφοτέραις, ὡς Ἡσίοδος (th. 364)· [*]()

τρὶς γὰρ μυρίαι εἰσὶ τανίσφυροι Ὠκεανῖναι.
πρὸς θυγατέρα οὖν τοῦ Ὠκεανοῦ τὴν Καμάριναν λέγει.

[*]()d. ὁ δὲ νοῦς· ὦ τοῦ Ὠκεανοῦ θύγατερ Καμάρινα, δέχου τὸν γλυκὺν ἄωτον (λέγει δὲ τὸν ὕμνον) τῶν ἐν Ὀλυμπίᾳ ὑψηλοτάτων ἀρετῶν καὶ τῶν στεφάνων τῆς τε ἀπήνης καὶ τοῦ Ψαύμιδος, δέχου δὲ τὸ τοιοῦτο δῶρον φαιδρῷ προσώπῳ.[*]()

[*]()καρδίᾳ γελανεῖ: γαληνιώσῃ καὶ φαιδρᾷ.

[*]()a. ἀκαμαντόποδος ἀπήνης: ἁμάξης.

[*]()b. ἀπήνη δέ ἐστιν ἅρμα ἐξ ἡμιόνων ζευχθέν. εἰθισμένου δὲ ἵπποις ἀγωνίζεσθαι, Ἀσάνδραστος ἐπετήδευσε καὶ ἡμιόνοις ἀγωνίζεσθαι. χρόνος δέ τις οὐ μακρὸς, ἀλλὰ δεκαετὴς τοῦτο διέλυσε· διελύθη γὰρ περὶ πε΄ Ὀλυμπιάδα.

[*]()c. ἀκαμαντόποδος δὲ, τῆς κατὰ τὸν δρόμον ἀκοπιάστου ἀπήνης.

[*]()a. Ψαύμιός τε δῶρα: ὅστις Ψαῦμις, ὦ νύμφη Καμάρινα, τὴν σοὶ ὁμώνυμον πόλιν ἐπαίρων καὶ δοξάζων,

1.141
τὴν εὐδαίμονα καὶ πολυάνθρωπον Καμάριναν, | τοὺς λεγομένους [*]() διδύμους βωμοὺς ἐν τῇ Ἤλιδι ἓξ ἐκόσμησε βουθυσίαις ὑπὸ ταῖς ἑορταῖς τῶν θεῶν ταῖς μεγίσταις. οἱ γὰρ νικῶντες ἔθυον ἐν τοῖς ἓξ βωμοῖς.[*]()

b. ἄλλως· ὃς τὰν σὰν πόλιν αὔξων: πρὸς τὴν [*]() ἡρωΐδα ἀφ᾿ ἧς ἡ πόλις· ἀπὸ γὰρ τῆς κρήνης καὶ ἡ πόλις.[*]()

a. τὰν σὰν πόλιν: τὴν Καμάριναν ὁμώνυμον τῇ [*]() πόλει λίμνην οὖσαν ἀκούουσιν, ἀφ᾿ ἧς καὶ αὐτὴ ἡ πόλις ὠνόμασται. διὸ καὶ Ὠκεανοῦ θυγατέρα αὐτὴν λέγει.

b. σὰν πόλιν: τὴν ἀπὸ σοῦ προσαγορευομένην καὶ χρηματίζουσαν, [*]() διὰ τὸ ἐν ἀξιώματι.

a. βωμοὺς ἕξ: ἀφ᾿ ἱστορίας τοῦτο εἴληφεν· ἱστορεῖ [*]() γὰρ περὶ τῶν ἓξ βωμῶν Ἡρόδωρος (FHG II, 36) γραμματικός· ἐλθὼν δὲ εἰς τὴν Ἦλιν τὸ ἐν Ὀλυμπίᾳ ἱερὸν ἱδρύσατο Διὸς Ὀλυμπίου καὶ Ὀλυμπίαν τοῦ θεοῦ ὁμώνυμον τὴν χώραν ἔθεντο. ἔθηκε δὲ αὐτῷ αὐτόθι καὶ ἄλλοις θεοῖς βωμοὺς ἓξ τῷ ἀριθμῷ σύμβολον τῶν ιβ΄ θεῶν, καὶ πρῶτον τὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου, ᾧ σύμβωμον ἐποίησε τὸν Ποσειδῶνα· δεύτερον Ἥρας καὶ Ἀθηνᾶς· τρίτον Ἑρμοῦ καὶ Ἀπόλλωνος· τέταρτον Χαρίτων καὶ Διονύσου· πέμπτον Ἀρτέμιδος καὶ Ἀλφειοῦ· ἕκτον Κρόνου καὶ Ῥέας. καὶ ἐπὶ πέντε ἡμέρας ἦγον τὴν ἑορτὴν βουθυσίας ποιοῦντες καὶ ἀγῶνας ἐπιτελοῦντες.

b. βωμοὺς ἕξ: Ἡρόδωρός φησι τὸν Ἡρακλέα ἐν [*]()

1.142
Ὀλυμπίᾳ ἱδρύσασθαι δώδεκα θεῶν ἀγάλματα, συμβώμους δὲ αὐτοὺς ποιῆσαι ἓξ βωμοὺς κατασκεύασαντα.

c. ἄλλως· Ὀλυμπίασι βωμοί εἰσιν ἓξ δίδυμοι τοῖς δώδεκα θεοῖς ἀνιδρυμένοι, ἑνὸς ἑκάστου βωμοῦ δύο θεοῖς καθωσιωμένου· πρῶτος Διὸς καὶ Ποσειδῶνος· δεύτερος Ἥρας καὶ Ἀθηνᾶς· τρίτος Ἑρμοῦ καὶ Ἀπόλλωνος· τέταρτος Χαρίτων καὶ Διονύσου· πέμπτος Ἀρτέμιδος καὶ Ἀλφειοῦ· ἕκτος Κρόνου καὶ Ῥέας· ὥς φησιν Ἡρόδωρος.[*]()

[*]()a. ἀέθλων τε πεμπαμέροις: ὅτι πεμπάμερος ἢ πενθήμερος ὁ ἀγὼν λέγεται· πρὸς γὰρ ε΄ ἡμέρας ἄγεται, ἀπὸ ια΄ ἀρχόμενος καὶ λήγων εἰς ιε΄· καὶ στεφάνους ἔχει κη΄, οἷς στεφανοῦσι τοὺς νικῶντας.

[*]()b. πεμπταμέροις ἁμίλλαις: ἐπειδὴ ἐπὶ πέντε ἡμέρας ἤγετο αὐτὰ τὰ ἀγωνίσματα [ἀπὸ ια΄ μέχρις ις΄]. [*]()

c. ἡνίκα οὖν ἐτελεῖτο τὰ ἆθλα τῶν πενθημέρων ἀγώνων, ἐγέραιρε τοὺς βωμούς· ἐκόσμησε δὲ τοὺς βωμοὺς νικήσας ἵπποις [τεθρίππῳ] καὶ ἡμιόνοις καὶ κέλητι.

[*]()d. πεμπταμέροις: ἐπεὶ ἐν πέντε ἡμέραις ἤγετο τὰ Ὀλύμπια, ἀπὸ ἑνδεκάτης μέχρις ἑξκαιδεκάτης.

e. Tzetzes ad Lyc. 41: Τὰ δὲ Ὀλύμπια πέντε ἡμέρας ἐτελεῖτο, ἀπὸ ια΄ τῆς σελήνης μέχρι τῆς ὅλης ιε΄. Προεγυμνάζοντο δὲ πρῴην ἡμέρας λ΄.

[*]()a. μοναμπυκίᾳ τε: καὶ ἵπποις καὶ ἡμιόνοις καὶ

1.143
μοναμπυκίᾳ, ὅ ἐστι κέλητι· ἄμπυξ γὰρ κατὰ Θετταλοὺς ὁ χαλινός.

b. μοναμπυκίᾳ: μονοχαλίνῳ. νοητέον δὲ ἑνὶ ἵππῳ [*]() τῷ λεγομένῳ κέλητι. ἄμπυξ μὲν γὰρ κυρίως ἀνάδημα τῆς κεφαλῆς τι, καὶ λῶρος χρυσῷ καὶ λίθοις πεποικιλμένος, ὃν περὶ τὰς κεφαλὰς αἱ γυναῖκες φοροῦσι· μεταφορικῶς δὲ καὶ οἱ διάχρυσοι χαλινοὶ ἄμπυκες λέγονται· ὡς Ὅμηρος (Ε 358)· χρυσάμπυκας ἵππους· καὶ ἀλλαχοῦ (Χ 469)· ἄμπυκα κεκρύφαλόν τ᾿ ἠδὲ πλεκτὴν ἀναδέσμην.

τὶν δὲ κῦδος: σοὶ δὲ, ὦ νύμφη Καμάρινα, τὴν [*]() ἐκ τῆς νίκης δόξαν ἀνέθηκεν· ἀντὶ τοῦ, σοὶ χάριν ὁμολογεῖ ἐπὶ τῇ νίκῃ. ἔτι γε μὴν καὶ τὸν αὑτοῦ πατέρα τὸν Ἄκρωνα ἀνεκήρυξεν· ἐν γὰρ τῷ ἀγῶνι οἱ νικῶντες | καὶ ἀπὸ πατέρων [*]() ἀνηγορεύοντο καὶ ἀπὸ προγόνων καὶ πόλεων. καὶ τὴν νέοικον οὖν ἕδραν ἀνηγόρευσεν, τὴν πόλιν αὐτοῦ τὴν νεωστὶ ἱδρυθεῖσαν καὶ οἰκισθεῖσαν. κτίζεται μὲν γὰρ ἡ Καμάρινα με΄ Ὀλυμπιάδι· ἐπικρατησάντων δὲ Συρακουσίων πορθεῖται τῇ νζ΄ Ὀλυμπιάδι· εἶτα ἐν τῇ πε΄ Ὀλυμπιάδι τῷ μεταξὺ χρόνῳ κωθ᾿ ὃν ἐνίκησεν ὁ Ψαῦμις ἀνακτίζεται. εἰκότως οὖν αὐτὴν νέοικον ὀνομάζει.

ὃν πατέρα Ἄκρων᾿ ἐκήρυξεν: Ἄκρων ἐκαλεῖτο ὁ [*]() πατὴρ Ψαύμιδος. ὁ γὰρ νικῶν πατέρα καὶ πατρίδα ἀνακηρύσσει.

1.144

[*]()a. τὰν νέοικον ἕδραν: νέοικον ἕδραν εἶπε τὴν Καμάριναν ὁ Πίνδαρος. σαφηνίζει Τίμαιος ἐν τῇ δεκάτῃ· εἰσὶ δὲ οὗτοι οἱ Καμαριναῖοι . . . . ὑπὸ τοῦ Γέλωνος τυράννου ἀνῃρέθησαν· εἶτα ὑπὸ Γελώων συνῳκίσθησαν ἐπὶ τῆς . . . Ὀλυμπιάδος. ἡ δὲ ἅλωσις ἐγένετο κατὰ τὴν Δαρείου τοῦ Πέρσου διάβασιν.

[*]()b. τὰν νέοικον ἕδραν: Ἱπποκράτης ὑπὸ τοῦ τῶν Γελώων τυράννου ἀνῃρέθη· εἶτα ὑπὸ Γελώων συνῳκίσθη ἡ Καμάρινα κατὰ τὴν †μβ΄ Ὀλυμπιάδα, ὥς φησι Τίμαιος (FHG I, 214)· διὸ καὶ νέοικον ἕδραν εἶπε τὴν πόλιν. ἡ δὲ ἅλωσις αὐτῆς ἐγένετο κατὰ τὴν Δαρείου τοῦ Ὑστάσπου στρατείαν. [*]()

c. Φίλιστος ἐν γ΄ (FHG I, 187) φησὶν ὅτι Γέλων Καμάριναν κατέσκαψεν· Ἱπποκράτης δὲ πολεμήσας Συρακουσίοις καὶ πολλοὺς αἰχμαλώτους λαβὼν ὑπὲρ τοῦ τούτους ἀποδοῦναι ἔλαβε τὴν Καμάριναν καὶ συνῴκισεν αὐτήν. ὁ γοῦν Πίνδαρος συνῳκισμένην οἶδε τὴν Καμάριναν.

[*]()d. ὅτι δὲ περὶ τὴν π΄ ἐνίκησεν Ὀλυμπιάδα ὁ Ψαῦμις τῇ ἀπήνῃ, οὕτως συνορᾶται· καταλύεται γὰρ αὐτῇ τὸ ἀγώνισμα περὶ ὀγδοηκοστὴν ε΄ Ὀλυμπιάδα· τῷ δὲ ἅρματι ἐνίκησε τὴν πβ΄· ὥστε τὴν πα΄ Ὀλυμπιάδα ἐνίκησε τῇ ἀπήνῃ ὁ Ψαῦμις.

1.145

a. ἱκὼν δ᾿ Οἰνομάου: ἀπὸ τῆς Πίσης.

b. περιφραστικῶς [*]() ἀπὸ τῆς Πελοποννήσου ἐλθών.

c. ὅτι καὶ ὁ Οἰνόμαος ἐν Ὀλυμπίᾳ ᾤκει.

d. ἱκὼν δὲ ἀντὶ τοῦ παραγενόμενος. [*]()

e. ἄλλως· ἱκὼν δ᾿ Οἰνομάου ἕως τόνδε δᾶμον [*]() ἀστῶν: ὁ νοῦς· ἐλθὼν δὲ ἐκ τοῦ ἀγῶνος καὶ τῆς Πίσης νικήσας ὑμνεῖ μὲν τὸ σὸν ἄλσος, ὦ πολιοῦχε Ἀθηνᾶ· ἀντὶ τοῦ σὲ ὑμνεῖ· ὑμνεῖ δὲ καὶ τὸν ποταμὸν τὸν Ὄανον καλούμενον καὶ τὴν ἐγχωρίαν λίμνην Καμάριναν· ὑμνεῖ δὲ καὶ τοὺς ὀχετοὺς τοῦ Ἱππάριδος ποταμοῦ, ὅστις τοῖς μὲν ὀχετοῖς αὐτοῦ ἄρδει τὸν ὅλον ὄχλον τε καὶ τόπον, προσκολλᾷ δὲ καὶ προστίθησιν ἀδιαλείπτως ἄλσος μέγα καὶ τόπον πολύν τε καὶ ὑψηλὸν, ὡς δύνασθαι καὶ θαλάμους ἐξ αὐτοῦ καὶ μεγάλας ποιεῖν οἰκίας· ἄγει δὲ τὸν δῆμον αὐτὸν εἰς φῶς καὶ χαρὰν ἐξ ἀμηχανίας καὶ ἀπορίας, πάντα παρέχων. λέγεται γὰρ καὶ ναυσίπορος εἶναι καὶ πολύιχθυς. καὶ ὁ μὲν Ἀρίσταρχος βούλεται οὕτω, θαλάμων κατασκευὰς τὸν Ἵππαριν τῇ Καμαρίνῃ παρέχειν· φησὶ γὰρ ὅτι διὰ μέσης ῥέων τῆς Καμαρίνης τῇ πλημμυρίᾳ ἀναπλάσσει γῆν, ἀφ᾿ ἧς πλινθεύοντες οἱ Καμαριναῖοι οἰκοδομοῦσι τὰς οἰκίας. προσπλάσσει δὲ γῆν ὡς καὶ ὁ Ἀχελῷος ταῖς Ἐχινάσι καὶ ὁ Νεῖλος τῇ Αἰγύπτῳ. | ὁ δὲ Δίδυμος οὐ τοῦτο βούλεται·[*]() οὐ γάρ φησι τοσοῦτον πλημμυρεῖν ὡς δύνασθαι τῇ νεωστὶ κατασκευασθείσῃ πόλει τοσοῦτον παρασχεῖν πηλὸν πρὸς

1.146
πλινθοποιίαν. ἀλλὰ τοῦτό φησιν, ὅτι ὁ ποταμὸς διὰ μέσης τῆς ὕλης ῥεῖ· εἶτα κοπτόντων τῶν Καμαριναίων τὰ ξύλα εἰς κατασκευὴν οἴκων, ἀμηχανούντων δὲ πρὸς τὴν καταγωγὴν, ὑποδέχεσθαι καὶ τῷ πολλῷ ῥεύματι κατάγειν εἰς τὴν [*]() πόλιν. | οὕτω καὶ τὸ ταχέως προσκεῖσθαι τῷ λόγῳ φαμέν.[*]()

[*]()a. παρ᾿ εὐηράτων σταθμῶν: ἐπεράστων οἴκων· νῦν γὰρ καταχρηστικώτερον σταθμῶν τῶν οἴκων. λέγει δὲ ἀπὸ τῆς Ὀλυμπίας.

[*]()b. γράφεται εὐηλάτων· ἔνθα αἱ ἱππηλασίαι γίνονται.

[*]()πολιάοχε: Καμαριναίων θεὸς ἡ Ἀθηνᾶ καὶ διὰ πλείστης τιμῆς παρ᾿ αὐτοῖς οὖσα ἡ θεός. καὶ Ἀθήναιον ἐπίσημον ἐν Καμαρίνῃ. εἰς τοῦτο δὲ εἰώθει ὁ κῶμος ἄγεσθαι ἐπὶ τῇ νίκῃ καὶ ὁ ὕμνος ᾄδεσθαι.

[*]()a. [Ὄανον:] Ἀθηνᾶς ἱερὸν ἐπίσημον ἐν Καμαρίνῃ.

[*]()b. ποταμόν τε Ὄανον: ποταμὸς ἐν Καμαρίνῃ Ὄανος.

c. τοὺς δὲ ἱεροὺς τόπους ἄλση εἰώθασι λέγειν.[*]()

[*]()a. Ἵππαρις: ὁ Ἵππαρις λέγεται τὰς ῥύσεις τῶν ὑδάτων ἔχειν οὐχ ὁμοίας, ἀλλὰ τὴν μὲν γλυκεῖαν, τὴν δὲ πικράν· ὅπερ κρύπτων ὁ ποιητὴς σεμνοὺς ὀχετοὺς λέγει. Ἵππαρις δὲ ποταμὸς Σικελίας·

. . . καὶ Καμάριναν, ἵν᾿ Ἵππαρις ἀγκύλον ἕρπει.

b. Ἀρίσταρχος παριέναι φησὶ τὸν Ἵππαριν τὴν πόλιν καὶ προσχωννύντα ἰλὺν ἀναπλάσσειν αὐτῇ γῆν, καθάπερ τὸν

1.147
Ἀχελῷον ταῖς Ἐχινάσι νήσοις καὶ τὸν Νεῖλον τῇ Αἰγύπτῳ· κολλᾷ οὖν ἀντὶ τοῦ προσαναπλάσσει γῆν. τοῦτο δέ φησιν ὁ Δίδυμος ἀμάρτυρον εἶναι· οὐ γὰρ ἱστορεῖται περὶ τὸν Ἵππαριν καὶ τὴν Καμάριναν τοῦτο γενόμενον· οὐ γὰρ πλημμύρᾳ χρῆται ὁ ποταμὸς καταφερόμενος. βέλτιον οὖν οὕτως τινές· ἐπειδὴ ἐξ ὑπογυίου συνῴκισται ἡ Καμάρινα, καθὰ καὶ νέοικον αὐτὴν προσηγόρευσε, γειτνιᾷ δὲ Ἵππαρις αὐτῇ, κατὰ τοῦτο φάναι ἐπὶ τοῦ συνοικισμοῦ κολλᾶσθαι ὑπ᾿ αὐτοῦ σταδίων θαλάμων ταχέως ὑψίπυργον ἄλσος, ἐπεὶ τὰ ἐπιτήδεια πρὸς τὴν οἰκοδομὴν διὰ τοῦ κατάπλου προσεκομίζετο ὥστε ποιεῖν σταδίους θαλάμους.

c. Ἵππαρις: ποταμὸς οὗτος ἐν Καμαρίνῃ. ἔστι δὲ [*]() αὐτοῦ τοῦ ῥεύματος τὸ μέν τι γλυκὺ, τὸ δὲ ἁλμυρόν· διὸ καὶ τὸν Πίνδαρον εἰρηκέναι σεμνοὺς ὀχετοὺς ἀναστέλλοντα.

a. κολλᾷ τε σταδίων: εὖ ἑστώτων. ἑδραίων. [*]()

b. ὅτι προσχώννυσι καὶ προστίθησί τινα τῇ πόλει γῆν.

c. κολλᾷ οὖν ἀντὶ τοῦ προσαναπλάσσει.

d. τὸ δὲ σταδίων θαλάμων ἄλσος ἀντὶ τοῦ πρὸς οἰκοδομὴν ἐπιτήδειον οἴκων.

e. ἄλλως· κολλᾷ τε σταδίων: Ἀρίσταρχός φησιν [*]() ἰλὺν καταφέρειν τὸν Ἵππαριν ὡς καὶ τὸν Νεῖλον· ἐκ δὲ τῆς ἰλύος κατασκευάζεσθαί φησιν ἄλση· κυρίως γὰρ ἀκούεσθαι τὰ ἄλση. οὐκ ἔστι δὲ, ἀλλ᾿ ὑψίγυια ἄλση τοὺς οἴκους φησὶ παρὰ τὸ ἑστάναι ὡς τὰ ἄλση.

f. ἄλσος δὲ [*]() θαλάμων, τὸ πλῆθος τῶν οἴκων, τουτέστιν αὐτὴν τὴν πόλιν, | ὡσεὶ ἔλεγε δένδρων ἄλσος. σταδίων δὲ οἷον ἑδραίων.[*]()

g. ὁ οὖν Ἵππαρις κολλᾶ καὶ προστίθησιν ἐπὶ τῇ πόλει τοὺς θαλάμους, καθὸ δι᾿ αὐτοῦ εἰσκομίζεται τὰ πρὸς τὴν κατασκευὴν ὑπουργήματα, καὶ διὰ τοῦτο αἴτιος τοῦ τὰς οἰκίας κατασκευάζεσθαι. μεσόγειος γάρ ἐστιν ἡ χώρα.

1.148

[*]()h. ἄλλως· θάλαμος κυρίως ἐστὶν οἶκος ἐν ῳ κατακλείονται αἱ νυμφευόμεναι, ὅτι θάλλουσαι τῇ ἡλικίᾳ συνέρχονται γάμῳ· καταχρηστικῶς δὲ νῦν ὅλας τὰς οἰκίας θαλάμους εἶπεν ὁ Πίνδαρος.[*]()

[*]()a. ὑψίγυιον ἄλσος: ὑψηλὸν ἀπὸ τῆς γῆς.

b. ἔχον μακροὺς κλάδους, τουτέστι ξύλα μακρὰ οἷς † λακτίζουσι καὶ ὀροφοῦσι τοὺς θαλάμους.

[*]()c. ὑψίγυιον: ὑψηλόν.

d. πρὸς οἰκοδομίαν χρήσιμον.

[*]()ὑπ᾿ ἀμηχανίας: ὑπ᾿ ἀπορίας.

[*]()a. αἰεὶ δ᾿ ἀμφ᾿ ἀρεταῖσιν: ὡμολόγηται ὅτι ἕνεκα τοῦ κτήσασθαι ἀρετὴν καὶ πόνους τις καὶ μεγάλας δαπάνας καταβάλλεται καὶ πρὸς πᾶν ἔργον ἐπικίνδυνον ἀπομάχεται [*]() ἡ δαπάνη καὶ ὁ πόνος.

b. κινδύνῳ δὲ κεκαλυμμένον εἶπε νῦν, ἐπειδὴ οὐ μόνον ἄδηλός ἐστι τοῖς τὰ ἑαυτῶν δαπανῶσιν ἡ ἐν Ὀλυμπίᾳ νίκη, ἀλλ᾿ ὅτι καὶ πλεῖστοι τῶν ἀγωνιζομένων ἀπέθανον ἐν τῷ σταδίῳ. τοῦτο δὲ οὐκ ἔστι πρόδηλον, οὐδὲ γὰρ πᾶσι συμβαίνει, ἀλλὰ κεκάλυπται ὁ τοιοῦτος κίνδυνος τῇ ἀδηλίᾳ. ἐνδείκνυται δὲ ὅτι οὐ μικρόν ἐστι νικῆσαι Ὀλύμπια.[*]()

[*]()c. πόνος δαπάνα: πονεῖν ἔφη καὶ δαπανᾶν τοὺς ὀρεγομένους ἀρετῆς· καὶ πόνον μὲν τὴν γυμνασίαν εἶπε, δαπάνην δὲ τὴν ἱπποτροφίαν. (Hes. O. et D. 289)· τῆς ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν.

d. τὸ ἀγωνίζεσθαι οὐκ ἐκτός ἐστι κινδύνου διὰ τὸ ἄδηλον τῆς τύχης. οἱ δὲ λέγουσιν ὅτι μετὰ κινδύνου ἐνίκησεν ὁ ὑμνούμενος.