Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]() Τῷ αὐτῷ ἀπήνῃ καὶ κέλητι καὶ τεθρίππῳ.

[*]() Τῷ αὐτῷ ἀπήνῃ καὶ κέλητι.[*]()

[*]()a. Τὸ ε΄ εἶδος γ΄ ἔχει περιόδους ἁπλᾶς πάσας ἑαυταῖς συμφωνούσας· οὐ γάρ ἐστιν ἐπῳδὸς ἡ γ΄. ἐκ κώλων δέ εἰσιν ιθ΄. τὸ α΄ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ β΄ ἰωνικὸν ἀπ᾿ ἐλάττονος, τῆς α΄ συζυγίας τρίτον παίωνα ἐπιδεξαμένης· ὅπερ γίνεται ἐπὶ τῶν ἰωνικῶν. τὸ γ΄ ἰθυφαλλικὸν παρὰ μίαν συλλαβήν. τὸ δ΄ δακτυλικὸν πενθημιμερές. τὸ ε΄ ἰθυφαλλικόν. τὸ ς΄ ἀναπαιστικόν· σύγκειται δὲ ἐκ β΄ ἀναπαίστων καὶ βακχείου, ὅπερ πάσχει τὰ ἀναπαιστικὰ, καὶ ἑξῆς ἀναπαίστου καταληκτικοῦ. τὸ ζ΄ ἰθυφαλλικόν. τὸ η΄ Φερεκράτειον. τὸ θ΄ προσοδιακὸν ἐκ τοῦ ἀπ᾿ ἐλάσσονος καὶ χοριάμβου. τὸ ι΄ δακτυλικὸν δίμετρον ἀκατάληκτον. τὸ ια΄ δακτυλικὸν πενθημιμερές. τὸ ιβ΄ ἰθυφαλλικόν. τὸ ιγ΄ ὅμοιον τῷ ς΄. τὸ ιδ΄ ἰθυφαλλικόν. τὸ ιε΄ δίμοιρον ἔπους. τὸ ις΄ ἰθυφαλλικόν.

τὸ ιζ΄ δίμοιρον ἔπους. τὸ ιη΄ ἐγκωμιολογικὸν παρὰ τὴν τελευταίαν συλλαβήν. τὸ ιθ΄ ἰθυφαλλικόν.[*]()

[*]()b. ὅμοιον δέ ἐστι μονοστροφικῶ· ἐκ γ΄ γὰρ περιόδων ἐστὶ τῶν αὐτῶν, ἐπῳδὸς δὲ οὐκ ἔστιν.

[*]() Inscr.a. Αὕτη ἡ ᾠδὴ ἐν μὲν τοῖς ἐδαφίοις οὐκ ἦν, ἐν δὲ τοῖς Διδύμου ὑπομνήμασιν ἐλέγετο Πινδάρου.[*]()

1.139

Inscr.b. Γέγραπται τῷ αὐτῷ Ψαύμιδι τεθρίππῳ καὶ [*]() ἀπήνῃ καὶ κέλητι νενικηκότι τὴν ὀγδοηκοστὴν δευτέραν Ὀλυμπιάδα.[*]()

Inscr.c. περὶ δὲ τῆς ἀπήνης Πολέμων φησί· [*]() ἤγετο δὲ ἐν Ὀλυμπίᾳ ἀπήνης ἀγὼν, καί εἰσιν οἱ ἀγωνισάμενοι ἡμίονοι· καταλυθῆναι δὲ τοῦτο τὸ ἀγώνισμα κατὰ τὴν οδ΄ Ὀλυμπιάδα καὶ εἶναι ιγ΄ νίκας. τὴν δὲ ἀπήνην λαμπήνην λεγέσθαι ὑπὸ Τεγεατῶν φησιν ὁ Πολέμων· οἱ δὲ, Θετταλῶν εἶναι τὴν λέξιν. ἐτυμολογεῖται δὲ ἀπήνη αἰπεινή τις οὖσα διὰ τὴν ὑπερτερίαν· διὸ καὶ ὑψηλᾶν ἀρετᾶν τὸν Πίνδαρον λέγειν ὁ λόγος.