Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ἅπερ: ἀντὶ τοῦ εἴπερ.

b. ἡ πεῖρα ἤλεγξε καὶ [*]() τὸν Ἐργῖνον· ὃν ἔλαβεν εἰκόνα. δοκεῖ γὰρ παρ᾿ ἱστορίαν λέγειν· οὐ γὰρ ἐν Λήμνῳ τελευτᾷ Θόας ὁ πατὴρ Ὑψιπύλης, ἀλλ᾿ αὐτὴ μὴ ἀνελοῦσα αὐτὸν λάρνακι ξυλίνῳ βαλοῦσα κατέβαλεν ἐν θαλάσσῃ, ὡς Ἀπολλώνιος (Ι, 620)·

1.136
οἴη δ᾿ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς Ὑψιπύλεια Θόαντος, ὃ δὴ κατὰ Λῆμνον ἄνασσεν· λάρνακι δ᾿ ἐν κοίλῃ μιν ὕπερθ᾿ ἁλὸς ἧκε φέρεσθαι, αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν.
πῶς οὖν λέγει αὐτὸν ἐν Λήμνῳ τεθάφθαι καὶ ἐπ᾿ αὐτῷ ἀγῶνα ποιῆσαι Ὑψιπύλην; ἀλλ᾿ ἔξεστι πλάττειν τοῖς ποιηταῖς ἃ βούλονται.

[*]()c. Κλυμένοιο: παράδειγμα τοῦ δεῖν τῇ πείρᾳ τὸ ἀληθὲς ἐξετάζειν τὸν Ἐργῖνον προσάγεται· οὗτος γὰρ παλαιὸς ὢν λίαν ἀγωνιούμενος τὸν ἐπὶ Θόαντι ἀγῶνα ἦλθεν· γελώντων δὲ ἐκείνων ἐπὶ τῷ παρ᾿ ἡλικίαν δοκεῖν . . . αὐτῇ τῇ πείρᾳ τοῦ ἀγῶνος ἔδειξε νικήσας ἐνόπλιον δρόμον· ὥστε καὶ τοῦ Ψαύμιος †συμπονοῦντος παρέλαβεν ὡς ὅμοιον τὸ κατὰ τὸν Ἐργῖνον.