Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()c. Ζεῦ, τεαὶ γὰρ ὧραι: τὸ ἑξῆς· Ζεῦ, τεαὶ γὰρ ὧραι ἑλισσόμεναί με ἔπεμψαν ὑψηλοτάτων μάρτυρ᾿ ἀέθλων, [*]() ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς.
d. ἵν᾿ ᾖ, αἱ γὰρ σαὶ ὧραι τῶν ἐνιαυτῶν ἔπεμψαν. Ὅμηρος (Β 551)· περιτελλομένων ἐνιαυτῶν.
e. μάρτυρα δὲ ἀντὶ τοῦ ὑμνητήν· διὰ γὰρ τῶν ποιημάτων καὶ ὕμνων ἐκδηλότεροι οἱ νικῶντες καὶ ἀίδιος ἡ μαρτυρία.
f. τὸ δὲ, ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς, τῇ ὑπό
g. ποικιλοφόρμιγγα δὲ εἷπεν, [*]() ἐπειδὴ σὺν μουσικοῖς ὀργάνοις, αὐλῷ τε καὶ κιθάρᾳ, ᾖδον.
h. τῇ δὲ ὑπό ἀντὶ τῆς μετά καὶ Ὅμηρος κέχρηται (Σ 492)· δαΐδων ὑπὸ λαμπομενάων· ἀντὶ τοῦ μετὰ δαΐδων.
ποικιλοφόρμιγγος ἀοιδᾶς: ὅτι αἰτία τοῦ ποικίλλειν [*]() τὴν φόρμιγγα.
a. ὑψηλοτάτων: τῶν Ὀλυμπιακῶν λέγει.
b. μάρτυρα [*]() δὲ ἀντὶ τοῦ ἑρμηνέα.