Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. τεαὶ γὰρ ὧραι: αἱ γὰρ ὧραι ἑλίσσουσαι, τουτέστι περικυκλοῦσαι ἔπεμψάν με.

b. Διὸς δὲ ὥρας τὰς Ὀλυμπιάδας νῦν λέγει.

[*]()c. Ζεῦ, τεαὶ γὰρ ὧραι: τὸ ἑξῆς· Ζεῦ, τεαὶ γὰρ ὧραι ἑλισσόμεναί με ἔπεμψαν ὑψηλοτάτων μάρτυρ᾿ ἀέθλων, [*]() ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς.

d. ἵν᾿ ᾖ, αἱ γὰρ σαὶ ὧραι τῶν ἐνιαυτῶν ἔπεμψαν. Ὅμηρος (Β 551)· περιτελλομένων ἐνιαυτῶν.

e. μάρτυρα δὲ ἀντὶ τοῦ ὑμνητήν· διὰ γὰρ τῶν ποιημάτων καὶ ὕμνων ἐκδηλότεροι οἱ νικῶντες καὶ ἀίδιος ἡ μαρτυρία.

f. τὸ δὲ, ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς, τῇ ὑπό

1.131
ἀντὶ τῆς μετά κέχρηται· ἵν᾿ ᾖ, μετὰ ποικιλοφορμίγγων ᾠδῶν | ἔπεμψάν με αἱ τεαὶ ὧραι.

g. ποικιλοφόρμιγγα δὲ εἷπεν, [*]() ἐπειδὴ σὺν μουσικοῖς ὀργάνοις, αὐλῷ τε καὶ κιθάρᾳ, ᾖδον.

h. τῇ δὲ ὑπό ἀντὶ τῆς μετά καὶ Ὅμηρος κέχρηται (Σ 492)· δαΐδων ὑπὸ λαμπομενάων· ἀντὶ τοῦ μετὰ δαΐδων.

i. Διὸς ὥρας τὰς Ὀλυμπιάδας λέγει. [*]() k. περισσὸς δὲ ὁ γάρ σύνδεσμος. [*]()