Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. οὐ ψεύδεϊ τέγξω: οὐ καταβρέξω οὐδὲ ἀφεψήσω καθάπερ ὕδατι ψεύδει τὸν λόγον. οἷον οὐ ψεύσομαι.
[*]()b. οὐ ψεύδεϊ τέγξω: οὐκ εἰς ὑπερβολὴν τραπήσομαι ψευσάμενος.
c. ἤτοι οὐ κρύψω τὸν λόγον τῷ ψεύδει· κρύπτεται γὰρ τἀληθῆ ὑπὸ τῶν ψευδῶν.
d. ἢ οὕτως· οὐ ποιήσω τὸν λόγον ἀσθενέστερον, ἀπὸ μεταφορᾶς τῶν βρεχομένων· ταῦτα γὰρ ἀσθενέστερα γίνεται.
e. οὐ μιανῶ οὖν, φησιν, οὐδὲ βρέξω τὸν λόγον μου ψεύδει· ἀντὶ τοῦ οὐ ψεύσομαι περὶ τῶν ἐγκωμίων τῶν τοῦ Ψαύμιδος λέγων.