Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. Ψαύμιος γάρ: ἀντὶ τοῦ ἥκει γὰρ ἐπὶ τῶν ὀχέων [*]() ὁ Ψαύμιος ὕμνος· ὃν δέξαι, ὦ Ζεῦ.
b. ἢ οὕτως· ὁ τοῦ Ψαύμιος ὕμνος . . . .ὃς ἐλαίᾳ στεφανωθεὶς παραγίνεται, τῇ πατρίδι δόξαν περιποιῶν τῇ Καμαρίνῃ· ἔστι δὲ πόλις καὶ λίμνη τῆς Σικελίας.
a. Πισάτιδι κῦδος: τῇ ἑαυτοῦ πατρίδι. ἥκει γὰρ [*]() τῶν ὀχέων τοῦ Ψαύμιδος ὕμνος· ὃν δέξαι, ὦ Ζεῦ.
b. ὃς ἐλαίᾳ στεφανωθείς: ὁ Ψαῦμις· ὃς τῇ ἑαυτοῦ [*]() πατρίδι στέφανον καὶ δόξαν θέλει περιποιήσασθαι.
a. εὔφρων εἴη: καὶ εἰς τὸν πάντα χρόνον εὔφρων [*]() ὁ θεὸς εἴη αὐτῷ.
b. θεὸς εὔφρων εἴη λοιπαῖς εὐχαῖς: εὐμενής. [*]()
c. μετὰ ταύτης οὖν αὐτοῦ τῆς δόξης εἴη αὐτῷ ταῖς λοιπαῖς εὐχαῖς εὐμενὴς ὁ θεός· ἐπειδὴ ἄξιος ἐπαίνου μοι δοκεῖ εἶναι διὰ τὸ εἶναι αὐτὸν λίαν πρόθυμον ἐπὶ τὸ ἱπποτροφεῖν,
d. ἄλλως· εὐχαῖς: τοῦ νικηφόρου.
e. ὁ Ζεύς, φησιν, εἴη εὔφρων καὶ ταῖς λοιπαῖς εὐχαῖς, ἐπειδὴ τὰς περὶ τῆς νίκης ἐτέλεσεν.[*]()