Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
b. ἀμφιβάλλεται δὲ ὁ λόγος. ἤτοι γὰρ τοιοῦτόν ἐστιν· οὕτω μοι παρέστη ἡ Μοῦσα, ἵνα τοῖς Διοσκούροις ἀρέσω· ἢ, οὕτως μοι παρέστη ἡ Μοῦσα καὶ ἔρχεται ὥστε Δωρίδι διαλέκτῳ νεοποίκιλτον ἐπαγγεῖλαι ὕμνον.
c. πέδιλον δὲ κυρίως μὲν τὸ ὑπόδημα, νῦν δὲ τὸ
1.108
μέλος. τὸ δὲ Δωρίῳ ἐπὶ τοῦ πεδίλου τέταχεν, ἵνα † αἰνέσω τὸ Δώριον μέλος.d. τουτέστιν ὅπως διοδεύσω διὰ τοῦ Δωρίου μέλους.