Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
ἀρεταῖσιν ἱκάνων: ἀντὶ τοῦ οὐκ ἔστι τούτων [*]() ἀρετὴ περαιτέρω, οὐδὲ τῶν στηλῶν τῶν Ἡρακλείων γῆ περαιτέρω. τοῦτο δὲ φανερόν ἐστι καὶ σοφοῖς καὶ οὐ σοφοῖς· ὁ μὲν γὰρ σοφὸς εἰδὼς οὐκ ἐθελήσει περᾶν, ὁ δὲ
1.126
ἄφρων, κἂν τολμήσῃ, τῆς ἐλπίδος στερήσεται· ὥστε πᾶσιν ἀδύνατον εἶναι.[*]()a. οἴκοθεν: διὰ τῶν οἰκείων ἀρετῶν.
b. τὸ πόρσω: τὸ ἐπέκεινα τῆς στήλης.