Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. Ἐμμενίδαις: Ἐμμενίδαι λέγονται οἱ περὶ Θήρωνα, ὡς μὲν οἱ προὑπομνηματισάμενοι, ἀπὸ Ἐμμένους τινὸς τοῦ τὴν Φαλάριδος τυραννίδα καθελόντος. ἦν δὲ ὁ Ἐμμένης Τηλεμάχου παῖς, οὗ γίνεται Αἰνησίδαμος, οὗ Θήρων, οὗ Θρασυδαῖος καὶ Φιλοκράτης.
[*]()b. Ἐμμενίδαις: Ἐμμενίδαι φατρία Θήρωνος ἐν Σικελίᾳ.
c. λέγει δὲ τοῖς Ἀκραγαντίνοις.
d. Τηλεμάχου καταλύσαντος τὸν τῶν Ἀκραγαντίνων τύραννον Φάλαριν παῖς γίνεται Ἐμμενίδης, οὗ Αἰνησίδαμος, οὗ Θήρων καὶ Ξενοκράτης· Θήρωνος δὲ Θρασυδαῖος, Ξενοκράτους δὲ Θρασύβουλος.
[*]()(πλείσταισι:) πεπληρωμέναις.