Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. εὖτέ μιν ἀγγελίαις: ἡνίκα αὐτὸν ἡ πατρόθεν [*]() ἀνάγκη, τουτέστι τοῦ Διὸς, κατὰ τὰς Εὐρυσθέως ἀγγελίας παρεσκεύασεν ἀγαγεῖν τὴν ἔλαφον.
b. θήλειαν δὲ εἶπε καὶ χρυσοκέρων ἀπὸ ἱστορίας· ὁ γὰρ τὴν Θησηίδα γράψας (p. 217 K) τοιαύτην αὐτήν . . . καὶ Πείσανδρος ὁ Καμιρεὺς (fr. 3) καὶ Φερεκύδης (FHG I, 78). καὶ τὸ παρὰ Ἀνακρέοντι· κεροέσσης λειφθεὶς ἀπὸ μητρὸς [ληφθεὶς] ἐπτοήθη . . . ὅτι αἱ θήλειαι κέρατα οὐ φύουσιν. ἐκαλεῖτο δὲ ἡ ἔλαφος Κερυνία.
c. εὖτέ μιν ἀγγελίαις: δι᾿ ἀγγέλου γὰρ καὶ κήρυκος [*]() ἐκέλευεν ὁ Εὐρυσθεὺς, τοῦ Κοπρῆος. Ὅμηρος (Ο 639)·
ὃς Εὐρυσθῆος ἀέθλων ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.
[*]()a. (ἔντυ᾿:) κατεσκεύαζεν.
[*]()a. χρυσοκέρων ἔλαφον: ὅτι ἐπιμελῶς οἱ ποιηταὶ τὴν θήλειαν ἔλαφον κέρατα ἔχουσαν εἰσάγουσι, καθάπερ καὶ τὴν θηλάζουσαν τὸν Τήλεφον γράφουσι καὶ πλάττουσι. [*]() τέτακται δὲ καὶ παρὰ Ἀνακρέοντι (fr. 51)· ἀγανῶς | οἷά τε νεβρὸν νεοθηλέα γαλαθηνὸν, ὅστ᾿ ἐν ὕλαις κεροέσσης ὑπολειφθεὶς ὑπὸ μητρὸς ἐπτοήθη. Ζηνόδοτος δὲ μετεποίησεν ἐροέσσης διὰ τὸ ἱστορεῖσθαι τὰς θηλείας κέρατα μὴ ἔχειν, ἀλλὰ τοὺς ἄρρενας. οἱ μέντοι ποιηταὶ πάντες κέρατα ἐχούσας ποιοῦσιν. ὅτι δὲ συνέβαινε καὶ εἰκός ἐστιν ἐνίας ἔχειν, ἐκεῖθεν δῆλον, ὅτι τῶν ἐλεφάντων οἱ μὲν ἐξ Αἰθιοπίας καὶ Λιβύης πάντες σὺν ταῖς θηλείαις ὀδόντας ἔχουσιν, ἢ κέρατα, ὥς τινες· καθὰ καὶ Ἀμυντιανὸς (Script. rer. Alex. M. p. 162 M.) ἐν τῷ περὶ ἐλεφάντων φησί· τῶν δὲ Ἰνδικῶν αἱ θήλειαι χωρὶς ὀδόντων εἰσίν.[*]()
[*]()a. ἅν ποτε: ἥν ποτε.
b. ἡ Τηϋγέτη ἡ θυγάτηρ τοῦ Ἄτλαντος.
c. ταύτην Διὸς βουλομένου βιάσασθαι εἰς
a. Ὀρθωσίᾳ: τῇ Ἀρτέμιδι. περὶ τῆς Ὀρθωσίας [*]() Ἀρτέμιδος Ἀπολλόδωρος γράφει. Ὀρθωσία δὲ ὅτι ὀρθοῖ εἰς σωτηρίαν· ἢ ὀρθοῖ τοὺς γεννωμένους. καὶ ἐν Ἀθήναις ἵδρυται· τὸ ἱερὸν δέ ἐστιν ἐν Κεραμεικῷ. καὶ παρ᾿ Ἠλείοις Ὀρθωσίας Ἀρτέμιδος ἱερὸν, ὥς φησι Δίδυμος.[*]()
b. ἀντιθεῖσ᾿ Ὀρθωσίᾳ: Ὀρθωσία ἡ Ἄρτεμις παρὰ [*]() Ὀρθωσιεῦσιν [ὅπερ ἐστὶν ὄρος Ἀρκαδικόν]. ἔστι δὲ καὶ
c. ἤτοι τῇ ὀρθούσῃ τὰς γυναῖκας καὶ εἰς σωτηρίαν ἐκ τῶν τοκετῶν ἀγούσῃ.
[*]()d. (Ὀρθωσίᾳ:) τῇ Ἀρτέμιδι.
[*]()a. πνοιαῖς ὄπισθεν: τὸ πνοιαῖς ἀντὶ τοῦ πνοιῶν.
b. Βορέα δὲ ἀντὶ τοῦ Βορέου Δωρικῶς· οἱ γὰρ Δωριεῖς τὴν -ου- δίφθογγον εἰς -α- μεταβάλλουσιν.
[*]()c. Βορέαο: ὑπερβόρεος γὰρ ἡ χώρα διὰ τὸ ὄπισθεν †ἕρπον τῶν τοῦ Βορέου πνοῶν ἐν τοῖς Ῥιπαίοις ὄρεσιν.
[*]()τῶν μιν γλυκύς: τούτων αὐτὸν τῶν δένδρων ἐπιθυμία ἔσχεν ὥστε μετενεγκεῖν εἰς τὴν Ὀλυμπίαν.
[*]()δωδεκάγναμπτον: δώδεκα γὰρ ἐν Ὀλυμπίᾳ τρέχει τὸ τέλειον ἅρμα, τὸ δὲ πωλικὸν ὀκτώ.
[*]()ἵππων φυτεῦσαι: τὸ Πάνθειον, ἐν ᾧ πεφύτευται ἡ ἐλαία· ἣν δρέπει ἀμφιθαλὴς παῖς χρυσῷ δρεπάνῳ κλάδους ιζ΄ τέμνων, ὅσα καὶ τὰ ἀγωνίσματα.
[*]()a. καὶ νῦν εἰς ταύταν: νῦν τὴν εὐωχίαν ἑορτὴν εἶπε· λέγει γὰρ τὴν τῶν νικηφορίων τοῦ Θήρωνος εὐωχίαν, φάμενος εἰς ταύτην ἔρχεσθαι τὸν Ἡρακλέα μετὰ τῶν Διοσκούρων.
b. εἰς τὰ θεοξένια.
[*]()c. καὶ νῦν ἐς ταύταν ἑορτάν: τὴν τοῦ νικηφόρου
d. φησὶ γὰρ ἔρχεσθαι εἰς τὴν Θήρωνος ἑστίαν τόν τε Ἡρακλέα καὶ τοὺς Διοσκούρους, ἐπεὶ ἐξένιζεν αὐτοὺς ὁ Θήρων.
a. ἀντιθέοισιν: ἀντὶ τοῦ . . . οἱ Διόσκουροι θνητοὶ [*]() ὄντες πρότερον ἀθανασίας ἔτυχον παρὰ τοῦ Διός.
b. νίσεται: ἔρχεται Ἡρακλῆς σὺν τοῖς Διοσκούροις· [*]() τούτοις γὰρ ἀποθεούμενος ἐπέτρεψε διοικεῖν τὸν ἀγῶνα.
c. τὸ δὲ ἀντιθέοισιν πρὸς τοὺς Διοσκούρους, ὅτι καὶ θνητοὶ ὄντες ἀθάνατοι ἐγένοντο.
d. καὶ νῦν νίσεται: ἥξει καὶ ἐπὶ τῇ παρούσῃ [*]() πανηγύρει τοῦ Θήρωνος ὁ Ἡρακλῆς ἅμα τοῖς ἰσοθέοις τῆς Λήδας παισὶ Διοσκούροις· τούτοις γὰρ ἐπέτρεψε διατιθέναι τὸν ἀγῶνα Ἡρακλῆς, αὐτὸς λοιπὸν εἰς θεοὺς ἀναχωρῶν.
a. ἀνδρῶν τ᾿ ἀρετᾶς: καὶ τὰ περὶ τῆς τῶν ἀνδρῶν [*]() ἀρετῆς διοικεῖν αὐτοῖς ἐπέτρεψε, τοῖς Τυνδαρίδαις.
b. καὶ ῥιμφαρμάτου: Ἀρίσταρχος παρὰ τὴν ῥίψιν, [*]() φησὶ, γέγονε τὸ ῥίμφα· σημαίνει δὲ ἡ λέξις τὴν ταχεῖαν φοράν.
c. ῥιμφαρμάτου: τῆς ταχέα καὶ ὀξέα ἅρματα ἐχούσης. [*]()
a. ἐμὲ δὲ ὦν: ἐμὲ δὲ οὖν πως ὑμνεῖν τοὺς Ἐμμενίδας [*]() ἡ ψυχὴ παρακελεύεται λαχόντας νίκην παρὰ τῶν Διοσκούρων.
b. φατρία [οὖν] οὕτω καλουμένη, ἐξ ἧς ἦν Θήρων καὶ ἀδελφὸς αὐτοῦ Ἱέρων.
c. οἵτινες τούτους τοὺς θεοὺς ξενίζουσι πολλάκις εὐωχίαν ποιοῦντες. καὶ ἐκάλουν αὐτὴν θεοξένια.
d. τὴν ἑορτὴν ἔνθεν τοὺς Διοσκούρους ξενίζειν ἐδόκουν.
[*]()e. ἐμὲ δ᾿ ὦν πα: ἀμφότεροι οἱ σύνδεσμοι παραπληρωματικοὶ, καὶ ἐν τῷ, Θήρωνί τ᾿ ἐλθεῖν, ὁ τέ.
[*]()a. Ἐμμενίδαις: Ἐμμενίδαι λέγονται οἱ περὶ Θήρωνα, ὡς μὲν οἱ προὑπομνηματισάμενοι, ἀπὸ Ἐμμένους τινὸς τοῦ τὴν Φαλάριδος τυραννίδα καθελόντος. ἦν δὲ ὁ Ἐμμένης Τηλεμάχου παῖς, οὗ γίνεται Αἰνησίδαμος, οὗ Θήρων, οὗ Θρασυδαῖος καὶ Φιλοκράτης.
[*]()b. Ἐμμενίδαις: Ἐμμενίδαι φατρία Θήρωνος ἐν Σικελίᾳ.
c. λέγει δὲ τοῖς Ἀκραγαντίνοις.
d. Τηλεμάχου καταλύσαντος τὸν τῶν Ἀκραγαντίνων τύραννον Φάλαριν παῖς γίνεται Ἐμμενίδης, οὗ Αἰνησίδαμος, οὗ Θήρων καὶ Ξενοκράτης· Θήρωνος δὲ Θρασυδαῖος, Ξενοκράτους δὲ Θρασύβουλος.
[*]()(πλείσταισι:) πεπληρωμέναις.
[*]()a. ξενίαις ἐποίχονται: ὅτι ἡ γινομένη θυσία τοῖς Διοσκούροις ξενισμὸς λέγεται.
b. ταῖς γινομέναις [οὖν] θυσίαις τοῖς Διοσκούροις ὑπ᾿ αὐτῶν ὡς εὐσεβῶν ὄντων.
c. ἀγαθῇ [οὖν] γνώμῃ καὶ συνειδήσει οἱ Ἐμμενίδαι τὰς θυσίας ἀεὶ πληροῦσιν.
[*]()d. ἐποίχονται: ἀντὶ τοῦ περιέπουσι, τιμῶσιν.
e. οἱ Ἐμμενίδαι.
[*]()a. τελετάς: ἢ τῶν Διοσκούρων ἢ πάντων τῶν θεῶν.
b. τελετὰς δὲ νῦν τὰς ἑορτάς· οὐ γὰρ τὰ ὄργια.
[*]()a. εἰ δ᾿ ἀριστεύει μέν: εἰ ταῦτά, φησι, ἀνεπίληπτα καὶ φανερὰ, ὅτι τὸ μὲν ὕδωρ ἄριστόν ἐστι, τῶν δὲ ἄλλων κτεάνων ὁ χρυσὸς, καὶ τὸ περὶ τοῦ Θήρωνος λεγόμενον σαφές ἐστιν, ὅτι τοῦ Ὀλυμπικοῦ τετυχηκὼς στεφάνου νῦν
b. εἰ δ᾿ ἀριστεύει μὲν ὕδωρ: εἰ δὲ τὸ ὕδωρ μὲν [*]() τῶν λοιπῶν στοιχείων προτετίμηται καὶ τοῦ πλούτου ὁ χρυσὸς καὶ τῶν ἀγώνων ὁ Ὀλυμπιακὸς, δῆλόν ἐστιν ὅτι πρὸς τὸ τέλειον τῆς ἀρετῆς ὁ Θήρων παρεγένετο νικήσας καὶ αὐταῖς τρόπον τινὰ ταῖς τοῦ Ἡρακλέος στήλαις προσεπέλασεν.
c. ἄλλως· καθολικῶς πάντων εἰπών. ὥσπερ οὖν, φησι, [*]() τὸ ὕδωρ ἀριστεύει τῶν πάντων, οὕτω καὶ Θήρων ἀριστεύει τῶν ἀνθρώπων.