Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. πενταετηρίδ᾿ ἁμᾶ: ἰδίως τὰ κεφάλαια ἐκθεὶς [*]() ὁ Πίνδαρος τὸ κατὰ μέρος ἐπέξεισιν, ὥστε εἶναι τὸ ἑξῆς τοῦ λόγου τοιοῦτον· ἤδη γὰρ αὐτῷ πενταετηρίδα διαθέντι καὶ θύσαντι τῷ πατρὶ ἦν ὁ χῶρος ἄδενδρος.
b. καὶ πενταετηρίδ᾿ ἁμᾶ: ἔθηκε δὲ ὁμοῦ τοῖς [*]() εἰρημένοις καὶ χρόνον, πενταετηρικὸν αὐτὸν εἶναι τάξας.
c. πάντων οὖν, φησι, γενομένων τῶν μεγάλων ἄθλων, λοιπὸν τὴν ἁγνὴν καὶ ἀδωροδόκητον κρίσιν ἔθηκε, τὸν ἀγῶνα, ὥστε διὰ τοσούτου τελεῖσθαι καὶ ἐν τόπῳ τῇ Ἤλιδι· ἐκεῖ γὰρ ὁ Ἀλφεὸς ποταμός.[*]()