Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
d. διχόμηνις: ἡ σελήνη, ἐπεὶ ἐν τῇ πανσελήνῳ ὁ [*]() Ὀλυμπιακὸς ἀγὼν ἄγεται, καὶ τῇ ἑκκαιδεκάτῃ γίνεται ἡ κρίσις.
1.116
καὶ αὐτὴ εἰς δύο καταμερίζεται, εἴς τε τὴν αὔξησιν καὶ λεῖψιν τοῦ φωτός.[*]()[*]()e. διχόμηνις: ὅτι πανσελήνῳ ἄγεται ὁ Ὀλυμπιακὸς ἀγών. πρὸ δὲ τοῦ εἰς Ὑπερβορέους παραγενέσθαι Ἡρακλῆς διατέθεικε μίαν Ὀλυμπιάδα, μηδέπω ἀποδεδειγμένου τοῦ στεφάνου.
f. βούλεται δὲ εἰπεῖν ὅτι ψιλὸς καὶ ἀσκίαστος ἦν ὁ τόπος, ὥστε ὅλον τὸν ὀφθαλμὸν τῆς σελήνης καταλάμψαι τοὺς βωμούς.
g. γίνεται δὲ ὁ ἀγὼν ποτὲ μὲν διὰ μθ΄ μηνῶν, ποτὲ δὲ διὰ ν΄, ὅθεν καὶ ποτὲ μὲν τῷ Ἀπολλωνίῳ μηνὶ, ποτὲ δὲ τῷ Παρθενίῳ ἐπιτελεῖται.