Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. διχόμηνις: διχόμηνις ὅτι περὶ τὴν ις΄ πανσελήνου [*]() οὔσης ἄγεται τὰ Ὀλύμπια, τουτέστι διχομηνίᾳ Παρθενίου ἢ Ἀπολλωνίου μηνὸς, παρ᾿ Αἰγυπτίοις Θὼθ ἢ Μεσωρί.

b. ἢ ὅτι ἀσκίαστος ἦν ὁ χῶρος, διὰ τοῦτο ὅλην λάμπει τὴν σελήνην.

c. [ἡ] μήνη: [οὖν] τὸν ὀφθαλμὸν τῆς ἑσπέρας ὅλον ἀντέφλεξεν ἡ μήνη ἡ διχόμηνις καὶ χρυσάρματος οὖσα. τουτέστι πανσέληνος ἦν.

d. διχόμηνις: ἡ σελήνη, ἐπεὶ ἐν τῇ πανσελήνῳ ὁ [*]() Ὀλυμπιακὸς ἀγὼν ἄγεται, καὶ τῇ ἑκκαιδεκάτῃ γίνεται ἡ κρίσις.

1.116
καὶ αὐτὴ εἰς δύο καταμερίζεται, εἴς τε τὴν αὔξησιν καὶ λεῖψιν τοῦ φωτός.[*]()

[*]()e. διχόμηνις: ὅτι πανσελήνῳ ἄγεται ὁ Ὀλυμπιακὸς ἀγών. πρὸ δὲ τοῦ εἰς Ὑπερβορέους παραγενέσθαι Ἡρακλῆς διατέθεικε μίαν Ὀλυμπιάδα, μηδέπω ἀποδεδειγμένου τοῦ στεφάνου.

f. βούλεται δὲ εἰπεῖν ὅτι ψιλὸς καὶ ἀσκίαστος ἦν ὁ τόπος, ὥστε ὅλον τὸν ὀφθαλμὸν τῆς σελήνης καταλάμψαι τοὺς βωμούς.

g. γίνεται δὲ ὁ ἀγὼν ποτὲ μὲν διὰ μθ΄ μηνῶν, ποτὲ δὲ διὰ ν΄, ὅθεν καὶ ποτὲ μὲν τῷ Ἀπολλωνίῳ μηνὶ, ποτὲ δὲ τῷ Παρθενίῳ ἐπιτελεῖται.

h. χρυσάρματον δὲ εἶπε τὴν σελήνην πρὸς τὸ μεγαλοπρεπέστερον τὴν εἰκόνα διαθέμενος.[*]()

[*]()i. ἄλλως· ὅλον ὀφθαλμόν: τῆς νυκτὸς τὸ σκοτῶδες πληροῦσα ἡ σελήνη κατελάμπρυνεν.

[*]()k. χρυσάρματος: † ἁμερίας οὕτω· ἡ χρυσάρματος μήνη τὸν αὑτῆς ὀφθαλμὸν ἑσπέρας ἀντέφλεξεν αὐτῷ.

l. τουτέστι πανσέληνος.

m. σελήνη δὲ ἑκκαιδεκαταία διὰ τὸ ἁβρὸν εἶναι τὸν τόπον καὶ μηδὲν ἐπιπροσθεῖναι ταῖς αὐγαῖς † τί δῆτα κατέχειν τὸν χῶρον.

n. ὃ γὰρ βούλεται λέγειν, τοιοῦτόν ἐστιν· ἐν γὰρ ταῖς ἔμπροσθεν ὑπ᾿ αὐτοῦ γενομέναις θυσίαις ἄδενδρος ἦν ὁ τόπος περὶ τὸ Κρόνιον. οἱ γὰρ τῷ Διὶ ἁγισθέντες βωμοὶ τὴν θυηπολίαν νοοῦσι τοῦ Διός· ἁγισθέντων γὰρ εἶπεν ἀντὶ τοῦ κατασεβασθέντων ταῖς θυσίαις.

o. ἤδη οὖν, φησι, τῶν Ὀλυμπιονικῶν ἀγώνων τελουμένων, οὐδέπω τοῖς νικήσασιν ὁ τῆς ἐλαίας στέφανος ἀπεδέδοτο, ὡς ἂν οὐδὲ αὐτῆς αὐτόθι πεφυτευμένης,

1.117
ὥστε ἀπὸ τοῦ, ἀλλ᾿ οὐ καλὰ δένδρεα ἔθαλλεν, ἐκ τοῦ παρεπομένου τὴν δόσιν τοῦ στεφάνου δηλοῦσθαι.

καὶ μεγάλων ἀέθλων: ἢ διὰ τὴν τῶν Ἑλλανοδικῶν [*]() ἐπιμέλειαν, ἢ διὰ τὴν σύγκρισιν.[*]()

a. πενταετηρίδ᾿ ἁμᾶ: ἰδίως τὰ κεφάλαια ἐκθεὶς [*]() ὁ Πίνδαρος τὸ κατὰ μέρος ἐπέξεισιν, ὥστε εἶναι τὸ ἑξῆς τοῦ λόγου τοιοῦτον· ἤδη γὰρ αὐτῷ πενταετηρίδα διαθέντι καὶ θύσαντι τῷ πατρὶ ἦν ὁ χῶρος ἄδενδρος.

b. καὶ πενταετηρίδ᾿ ἁμᾶ: ἔθηκε δὲ ὁμοῦ τοῖς [*]() εἰρημένοις καὶ χρόνον, πενταετηρικὸν αὐτὸν εἶναι τάξας.

c. πάντων οὖν, φησι, γενομένων τῶν μεγάλων ἄθλων, λοιπὸν τὴν ἁγνὴν καὶ ἀδωροδόκητον κρίσιν ἔθηκε, τὸν ἀγῶνα, ὥστε διὰ τοσούτου τελεῖσθαι καὶ ἐν τόπῳ τῇ Ἤλιδι· ἐκεῖ γὰρ ὁ Ἀλφεὸς ποταμός.[*]()

a. (κρημνοῖς:) ταῖς ὄχθαις. [*]()

b. κρημνοὺς Ἀλφεοῦ τὰς ὄχθας λέγει τοῦ [*]() ποταμοῦ.[*]()

ἀλλ᾿ οὐ καλά: τὸ ἀλλά ἀντὶ τοῦ δέ. ἐκ δὲ τοῦ [*]() παρεπομένου τὴν δόσιν τοῦ στεφάνου δηλοῖ, ὅτι μήπω ἦν.

a. ἐν βάσσαις Κρονίου Πέλοπος: τότε. κατὰ [*]() τοῦ Κρονίου Πέλοπος βήσσας.

b. Ἀρίσταρχος· χῶρος ὁ ἐν Κρονίου βήσσαις Πέλοπος. λόφος δέ ἐστιν ἐν Ὀλυμπίᾳ ὁ καλούμενος Κρόνιος.

c. τινὲς δὲ Κρονίου Πέλοπος, ὅτι Πλουτὼ θυγάτηρ Κρόνου ἐγένετο, ᾗ συγκοιμηθεὶς ὁ Τάνταλος ἔσχε Πέλοπα.

d. Κρονίου Πέλοπος: ἤτοι ὅτι ἀπὸ Κρόνου εἶχε [*]() τὸ γένος ὁ Πέλοψ· Πλουτὼ γὰρ θυγάτηρ Κρόνου, ἧς Τάνταλος ὁ πατὴρ Πέλοπος.

e. ἵνα οὖν εἴπῃ ὅτι οὔπω ἦν τὸ τοῦ κοτίνου φυτὸν ἐν ταῖς βήσσαις καὶ τοῖς τόποις τοῦ Πέλοπος τοῦ Κρονίου· τῆς Πελοποννήσου γὰρ ἦν ἡ Ἦλις.

1.118

f. ἢ ἁπλούστερον οὕτως· ὅτι ὁ χῶρος τοῦ Πέλοπος ὁ ἐν ταῖς βήσσαις τοῦ Κρονίου οὐδέπω εἶχε τὸ φυτόν. Κρόνιον δὲ ὄρος πλησίον Ὀλυμπίας.[*]()

[*]()a. τούτων ἔδοξεν: ὁ χῶρος γυμνὸς ὢν ἔδοξεν ὑπακούειν ταῖς τοῦ ἡλίου αὐγαῖς, τουτέστι καταλάμπεσθαι ὑπὸ τοῦ ἡλίου. γυμνὸς δὲ ἀντὶ τοῦ ψιλός. τὸ δὲ ὑπακούειν μεταληπτικῶς εἶπεν ἀντὶ τοῦ αἰσθάνεσθαι.

b. διὰ τὴν καῦσιν τοῦ ἡλίου.

[*]()c. τούτων ἔδοξε: τούτων τῶν φυτῶν γυμνὸς ὢν ὁ κῆπος καὶ ὅλος ὁ τόπος [ἔδοξε καὶ] ἐδόκει ὑπακούειν ταῖς ὀξείαις αὐγαῖς τοῦ ἡλίου, ἀντὶ τοῦ εἶναι κατάθερμος καὶ πυρώδης καὶ ἀσκίαστος.[*]()

[*]()γυμνὸς αὐτῷ κᾶπος: κᾶπος κυρίως ὁ περιπνεόμενος [ἀνέμοις] τόπος· ὅθεν κάπας τὰς φάτνας [καλεῖσθαι], διὰ τὸ περιπνέεσθαι ὑπὸ τῶν ἵππων τῷ πνεύματι ἀνασπώντων τὴν τροφήν.[*]()

[*]()a. δὴ τότ᾿ ἐς γαῖαν: εἰς τὴν Σκυθίαν.

b. ὁ θυμὸς αὐτὸν παρώρμησεν.

c. Ἀρίσταρχος· εἰς τὴν γῆν ἐλθεῖν, ὅπου αὐτὸν ἡ Ἰστρία Ἄρτεμις ὑπεδέξατο. δηλοῖ δὲ πάλιν τὴν εἰς Ὑπερβορέους ἐπὶ τὰς τοῦ Ἴστρου πηγὰς ἄφιξιν· ἐκεῖ γὰρ οὕτως τιμᾶται ἡ Ἄρτεμις ὅτι μάλιστα ἐκεῖ ἀπὸ Ταύρων τοῦ Σκυθικοῦ ἔθνους.

d. ἔνιοι δὲ καὶ β΄ -νν- γράφουσι καὶ τὸν λόγον ἀπευθύνουσιν οὕτως· τότε δὴ ὁ θυμὸς παρώρμησε τὸν Ἡρακλέα ἐπὶ τὴν Ἰστρίαν γῆν πορεύεσθαι.

1.119

e. θυμὸς ὥρμαινεν: διὰ τοῦτο προεθυμήθη παραγενέσθαι [*]() εἰς τὴν γῆν τοῦ Ἴστρου ποταμοῦ, εἰς τὴν Σκυθίαν· ἐν ᾗ Σκυθίᾳ ἡ Ἄρτεμις αὐτὸν ὑπεδέξατο ἐλθόντα, ἡνίκα αὐτὸν τοῖς προστάγμασι καὶ ταῖς ἀγγελίαις τοῦ Εὐρυσθέως ὑπουργεῖν ἡ πατρὸς ἀνάγκη παρεσκεύαζεν ἐπὶ τῷ τὴν ἔλαφον ἀγαγεῖν, ἥν ποτε ἡ Ταϋγέτη ἀνέθηκε τῇ Ὀρθωσίᾳ Ἀρτέμιδι.[*]()

a. Ἰστρίαν νιν: ἐὰν διὰ τῶν δύο -νν- Ἰστρίαν [*]() νιν, τὴ Σκυθίαν ἀκουστέον.

b. ἔνθα ἡ Ἰστρία Ἄρτεμις αὐτὸν, τὸν Ἡρακλέα, ὑπεδέξατο. Ἰστρία δὲ ἡ Ἄρτεμις ἤτοι ἀπὸ τοῦ Ἴστρου, ὃν περιοικοῦσιν αἱ Ἀμαζόνες, αἳ τιμῶσι μάλιστα τὴν θεὸν, ἢ ἀπὸ Ταύρων ἔθνους Σκυθικοῦ περιοικοῦντος τὸν Ἴστρον, παρ᾿ οἷς ὁμοίως τιμᾶται ἡ Ἄρτεμις.

c. τοὺς δὲ ἀναγινώσκειν Ἰστριανὴν, ἵν᾿ ᾖ τὴν Ἰστριανὴν γῆν.[*]()

d. (Ἰστρίαν νιν:) γράφεται καὶ Ἰστριανήν.[*]()

a. εὖτέ μιν ἀγγελίαις: ἡνίκα αὐτὸν ἡ πατρόθεν [*]() ἀνάγκη, τουτέστι τοῦ Διὸς, κατὰ τὰς Εὐρυσθέως ἀγγελίας παρεσκεύασεν ἀγαγεῖν τὴν ἔλαφον.

b. θήλειαν δὲ εἶπε καὶ χρυσοκέρων ἀπὸ ἱστορίας· ὁ γὰρ τὴν Θησηίδα γράψας (p. 217 K) τοιαύτην αὐτήν . . . καὶ Πείσανδρος ὁ Καμιρεὺς (fr. 3) καὶ Φερεκύδης (FHG I, 78). καὶ τὸ παρὰ Ἀνακρέοντι· κεροέσσης λειφθεὶς ἀπὸ μητρὸς [ληφθεὶς] ἐπτοήθη . . . ὅτι αἱ θήλειαι κέρατα οὐ φύουσιν. ἐκαλεῖτο δὲ ἡ ἔλαφος Κερυνία.

c. εὖτέ μιν ἀγγελίαις: δι᾿ ἀγγέλου γὰρ καὶ κήρυκος [*]() ἐκέλευεν ὁ Εὐρυσθεὺς, τοῦ Κοπρῆος. Ὅμηρος (Ο 639)·

1.120
ὃς Εὐρυσθῆος ἀέθλων ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.

[*]()a. (ἔντυ᾿:) κατεσκεύαζεν.

[*]()b. ἀνάγκα πατρόθεν: παρὰ τὰ ἐν τῷ τ΄ τῆς Ἰλιάδος (v. 103). ὁ Ζεὺς πρὸς τὴν Ἥραν·

σήμερον ἄνδρα φόωσδε μογοστόκος Εἰλείθυια,
[*]() καὶ τὰ ἑξῆς. | διὰ τοῦτό φησι πατρόθεν ἀνάγκα.

[*]()a. χρυσοκέρων ἔλαφον: ὅτι ἐπιμελῶς οἱ ποιηταὶ τὴν θήλειαν ἔλαφον κέρατα ἔχουσαν εἰσάγουσι, καθάπερ καὶ τὴν θηλάζουσαν τὸν Τήλεφον γράφουσι καὶ πλάττουσι. [*]() τέτακται δὲ καὶ παρὰ Ἀνακρέοντι (fr. 51)· ἀγανῶς | οἷά τε νεβρὸν νεοθηλέα γαλαθηνὸν, ὅστ᾿ ἐν ὕλαις κεροέσσης ὑπολειφθεὶς ὑπὸ μητρὸς ἐπτοήθη. Ζηνόδοτος δὲ μετεποίησεν ἐροέσσης διὰ τὸ ἱστορεῖσθαι τὰς θηλείας κέρατα μὴ ἔχειν, ἀλλὰ τοὺς ἄρρενας. οἱ μέντοι ποιηταὶ πάντες κέρατα ἐχούσας ποιοῦσιν. ὅτι δὲ συνέβαινε καὶ εἰκός ἐστιν ἐνίας ἔχειν, ἐκεῖθεν δῆλον, ὅτι τῶν ἐλεφάντων οἱ μὲν ἐξ Αἰθιοπίας καὶ Λιβύης πάντες σὺν ταῖς θηλείαις ὀδόντας ἔχουσιν, ἢ κέρατα, ὥς τινες· καθὰ καὶ Ἀμυντιανὸς (Script. rer. Alex. M. p. 162 M.) ἐν τῷ περὶ ἐλεφάντων φησί· τῶν δὲ Ἰνδικῶν αἱ θήλειαι χωρὶς ὀδόντων εἰσίν.[*]()