Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]() Τῷ αὐτῷ ἅρματι θεοξένια.

[*]() Τῷ αὐτῷ εἰς θεοξένια.[*]()

[*]() Τοῦ τρίτου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων [*]() ἐννέα, καὶ ἡ ἐπῳδὸς κώλων ἐννέα. | τὸ α΄ ἐγκωμιολογικὸν [*]() δίμετρον καταληκτικόν. | τὸ β΄ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐκ τοῦ ἀπὸ μείζονος καὶ χοριάμβου. τὸ γ΄ προσοδιακὸν

1.105
τρίμετρον ἀκατάληκτον ἐκ τοῦ ἀπὸ μείζονος καὶ χοριάμβου καὶ ἑξῆς ὁμοίως ἀπὸ μείζονος ἰωνικοῦ. τὸ δ΄ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον ἐκ τοῦ ἀπὸ μείζονος ἰωνικοῦ καὶ χοριάμβου καὶ συλλαβῆς. τὸ ε΄ προσοδιακὸν τρίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς καὶ χοριάμβου καὶ ἰωνικοῦ ἀπ᾿ ἐλάττονος. τὸ ς΄ ἰαμβικὸν πενθημιμερές. τὸ ζ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ η΄ ὅμοιον τῷ α΄ τῆς στροφῆς. τὸ θ΄ Στησιχόρειον.

καὶ ἡ ἐπῳδὸς κώλων θ΄. τὸ α΄ τροχαικὸν δίμετρον ἀκατάληκτον. |[*]() τὸ β΄ δακτυλικὸν πενθημιμερές. τὸ γ΄ προσοδιακὸν τρίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς καὶ χοριάμβου καὶ ἰωνικοῦ ἀπ᾿ ἐλάσσονος. τὸ δ΄ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον. τὸ ε΄ προσοδιακὸν δίμετρον ἀπὸ χοριάμβου καὶ ἰωνικοῦ ἀπ᾿ ἐλάσσονος. |[*]() τὸ ς΄ ὅμοιον τῷ α΄ τῆς στροφῆς. τὸ ζ΄ ἐγκωμιολογικόν. τὸ η΄ δακτυλικὸν πενθημιμερές. τὸ θ΄ Στησιχόρειον ὁμοίως τῷ θ΄ τῆς στροφῆς.

[*]() Θεοξένια. θεοξενίων ἑορταὶ παρ᾿ Ἕλλησιν οὕτως ἐπιτελοῦνται κατά τινας ὡρισμένας ἡμέρας, ὡς αὐτῶν τῶν θεῶν ἐπιδημούντων ταῖς πόλεσιν. ἄγοντος δὲ Θήρωνος τὴν ἑορτὴν τῶν Διοσκούρων καὶ Ἑλένης ἠγγέλθη ἡ νίκη· διὸ ἀπ᾿ αὐτῶν ἄρχεται.

a. Τυνδαρίδαις: ζητεῖται τί δήποτε ὁ Πίνδαρος [*]() Ὀλυμπικὸν ὕμνον γράφων εὔχεται τοῖς Διοσκούροις προσηνεῖς τῇ ᾠδῇ γενέσθαι· ἐχρῆν γὰρ, εἴπερ ἄρα, Ἡρακλέα τὸν διαθέντα τὸν ἀγῶνα κατακαλεῖσθαι. Ἀρίσταρχος μὲν οὖν τὴν ἀπορίαν διαλύων τοὺς θεοὺς τούτους σφόδρα ἐν Ἀκράγαντί φησι τιμᾶσθαι. οἱ δέ φασι θεοξενίων ὄντων καὶ κεκλημένων τῶν Διοσκούρων εἰς τὰ θεοξένια τὸν Θήρωνα νικῆσαι, ᾧ συγχρησάμενον τὸν Πίνδαρον εὔχεσθαι τοῖς Διοσκούροις. οἱ δὲ ὅτι Ἡρακλῆς ἀποθεούμενος τούτοις ἐπέτρεψε τὸν ἀγῶνα, ὡς καὶ αὐτὸς ὁ Πίνδαρός φησι

1.106
(vs. 36). τῇ Ἀρισταρχείῳ ἀποδόσει ὁ Δίδυμος μᾶλλον προστίθεται.

[*]()b. Τυνδαρίδαις τε φιλοξείνοις ἀδεῖν: ὁ νοῦς· τὴν ἔνδοξον Ἀκράγαντα τιμῶν καὶ ἐν αὐτῇ τὸν ὕμνον τελειῶν καὶ ὀρθῶν τὸν ἐπὶ τῇ τῶν Ὀλυμπίων νίκῃ, ὅστις ὕμνος ἄωτόν ἐστι καὶ κόσμος τῶν ἀκαμαντοπόδων ἵππων τοῦ Θήρωνος, εὔχομαι ἀρέσαι τοῖς τε Διοσκούροις καὶ τῇ Ἑλένῃ. διὰ τί δὲ τούτοις εὔχεται ἀρέσαι; διὰ τὸ εἰς θεοξένια γράφειν. ἀντέστραπται δὲ ἡ τάξις, καὶ δοκεῖ τῇ συγχύσει ἀσάφειαν εἰργάσθαι· ἐπεὶ ἡ ἀκόλουθος ἑρμηνεία οὕτως ἐστί· κλεινὰν Ἀκράγαντα γεραίρων, Ὀλυμπιονίκαν ὕμνον ὀρθώσας Θήρωνος ἀκαμαντοπόδων ἵππων ἄωτον, εὔχομαι ἀδεῖν Τυνδαρίδαις τε φιλοξένοις καλλιπολκάμῳ θ᾿ Ἑλένᾳ.[*]()

[*]()c. Τυνδαρίδαις τε φιλοξείνοις ἀδεῖν: οἱ Διόσκουροι κατὰ ἐντολὴν Ἡρακλέος διατεθειμένοι τὸν Ὀλυμπιακὸν ἀγῶνα ὡς ἐνομοθέτησεν Ἡρακλῆς· τούτοις γὰρ εἰς θεοὺς ἀναχωρῶν Ἡρακλῆς τὴν τῶν Ὀλυμπιακῶν ἀγώνων φροντίδα καὶ ἐπιμέλειαν ἐνεχείρισεν· οὗτοι ἀφ᾿ ἑαυτῶν ἐπενόησαν πανήγυριν θεοξένια παρὰ τὸ δοκεῖν τότε ξενίζειν τοὺς θεούς. θύοντος οὖν τοῦ Θήρωνος εἰς θεοξένια, ἐν τοσούτῳ ἠγγέλθη αὐτῷ καὶ ἑτέρων αὐτοῦ ἵππων νίκη, καὶ εἰς τοῦτο γράφει ὁ ποιητής.

d. ζητεῖται δὲ διὰ τί μὴ Διὶ ηὔξατο, ᾧ οὗτος ὁ ἀγὼν ἀνάκειται, ἢ Ἡρακλεῖ τῷ καταβολεῖ, ἀλλὰ Διοσκούροις. καὶ φαμὲν πρῶτον ὅτι πρὸς τὸ

1.107
παρόν εἰσιν αὐτοὶ οἱ διοικοῦντες τὸν ἀγῶνα· ἔπειτα ὅ τε Ζεὺς καὶ Ἡρακλῆς. ὁ δὲ Ἀρίσταρχός φησι παρὰ τοῖς Ἀκραγαντίνοις διὰ τιμῆς εἶναι τοὺς Διοσκούρους, καὶ πατρίῳ ἔθει καὶ νῦν αὐτοὺς χρῆσθαι. ὁ δὲ Δίδυμος ἱστορικώτερον λέγει καί φησι διὰ τὸ τὸν Θήρωνα ἄνωθεν Ἀργεῖον εἶναι· τιμῶνται δὲ κατὰ τὸ Ἄργος καὶ τὴν Πελοπόννησον οἱ Διόσκουροι.[*]()

a. ὕμνον ὀρθώσαις: τὸν ὕμνον τῶν ἵππων ἄωτον [*]() προσηγόρευσεν ὡς ἄνθος καὶ στεφάνωμα αὐτῶν.

b. τὸ δὲ ὀρθώσας εἶπε μετενεγκὼν ἀπὸ τιθεμένων ἀνδριάντων ἢ ἀγαλμάτων.

c. ἢ ὀρθώσας καὶ ὑψώσας καὶ αὐξήσας τὸν [*]() ὕμνον.

d. ἄωτον δὲ ἀντὶ τοῦ κόσμον αὐτοῦ καὶ στέφανον. [*]()

e. ὑψώσας καὶ αὐξήσας ἐπινίκιον ὕμνον. [*]()

(ἄωτον:) ἀντὶ τοῦ κόσμησιν. [*]()

a. Μοῖσα δ᾿ οὕτω ποι παρέστα: οὕτω μοι παρέστη [*]() ἡ Μοῦσα, ἐὰν τοῖς Διοσκούροις ἀρέσω.

b. ἢ, οὕτω μοι ἐρχέσθω ἡ Μοῦσα, ὥστε με Δωρίδι διαλέκτῳ νεοποίκιλον ἐξαγγεῖλαι ὕμνον.[*]()

c. ἄλλως· οὕτω γάρ που ἡ Μοῦσα [*]() ἐπῆλθέ μοι τὸ εἰς θεοξένια γράψαι.[*]()

a. νεοσίγαλον: νεοποίκιλον. σιγαλῶσαι γὰρ τὸ ἐπιθεῖναι [*]() ἐπὶ πᾶσι τὸν κόσμον.

b. ἀμφιβάλλεται δὲ ὁ λόγος. ἤτοι γὰρ τοιοῦτόν ἐστιν· οὕτω μοι παρέστη ἡ Μοῦσα, ἵνα τοῖς Διοσκούροις ἀρέσω· ἢ, οὕτως μοι παρέστη ἡ Μοῦσα καὶ ἔρχεται ὥστε Δωρίδι διαλέκτῳ νεοποίκιλτον ἐπαγγεῖλαι ὕμνον.

c. πέδιλον δὲ κυρίως μὲν τὸ ὑπόδημα, νῦν δὲ τὸ

1.108
μέλος. τὸ δὲ Δωρίῳ ἐπὶ τοῦ πεδίλου τέταχεν, ἵνα † αἰνέσω τὸ Δώριον μέλος.

d. τουτέστιν ὅπως διοδεύσω διὰ τοῦ Δωρίου μέλους.

[*]()e. νεοσίγαλον τρόπον: νεοποίκιλτον ἐπινοήσαντι ὑπόθεσιν, τὸ γράψαι εἰς θεοξένια.[*]()

[*]()a. Δωρίῳ φωνάν: τρεῖς ἁρμονίαι, Δωρία, Φρυγία, Λυδία. πεδίλῳ δὲ τῷ ῥυθμῷ.

b. ἀπὸ [δὲ] τοῦ περιέχοντος [*]() τὸ περιεχόμενον. τὴν βάσιν οὖν εἶπε.

c. πρὸς τῷ [*]() Δωρίῳ μέλει ἐναρμόσαι | τὴν ἀγλαόκωμον φωνήν. γέγραπται γὰρ ἡ ᾠδὴ Δωριστί.[*]()

[*]()d. (πεδίλῳ:) τῷ ῥυθμῷ.

[*]()a. ἐπεὶ χαίταισι μέν: ἐπειδὴ ἐν ταῖς χαίταις τῶν ἵππων ἐπιζευχθέντες οἱ στέφανοι ἀπαιτοῦσί με τὸν ὕμνον αὐτοῖς προσφωνῆσαι, ὅ ἐστιν ἀγλαόκωμον χρέος. ἐκώμαζον γὰρ ὑμνοῦντες τὴν νίκην.

b. τινὲς δὲ χαίταις οὐ τῶν ἵππων, ἀλλὰ τῶν μελλόντων στέλλειν τὸν κῶμον.

[*]()c. ἀγλαόκωμον ἐπεὶ χαίταισι: χαίταις οὐ ταῖς τῶν ἵππων διὰ τὸ νικᾶν, ἀλλὰ ταῖς τῶν μελλόντων στέλλειν τὸν κῶμον ὃν ἔμελλον ᾄδειν. ἐκώμαζον γὰρ ὑμνοῦντες τὴν νίκην. καὶ οὐκ ἀπιθάνως στοχάζονται, ὅτι ἴσως εἰς Διοσκούριον ὁ κῶμος ἤγετο καὶ ἡ πομπὴ διὰ τὴν πρὸς τοὺς Διοσκούρους τοῦ Θήρωνος οἰκειότητα.[*]()

[*]()ζευχθέντες ἔπι στέφανοι: ζευχθέντες γὰρ οἱ στέφανοι ταῖς τῶν ἵππων θριξὶν ἀπαιτοῦσί με τὸν θεοκατασκεύαστον ὕμνον τὸν ἐκ Μουσῶν, ὥστε πρὸς τὴν ποικιλόφωνον κιθάραν καὶ τὴν ἡδεῖαν τῶν αὐλῶν ἠχὴν τοὺς ἐμοὺς εὐπρεπῶς ἁρμόσαι λόγους εἰς χάριν τοῦ Αἰνησιδάμου παιδὸς Θήρωνος. σύμψαλμα δὲ τὸ γινόμενον.[*]()

1.109

a. (πράσσοντι:) ἀπαιτοῦσι. [*]()

b. θεόδματον χρέος: ἢ τὸ ἀπὸ θεῶν μεριζόμενον, [*]() ἢ τὸ εἰς θεοὺς μεριζόμενον.

c. θεόδματον· τὸ εἰς θεοὺς πεποιημένον. λέγει [*]() δὲ τὴν ᾠδήν.[*]()

a. τὴν ποίησιν ἐπέων θέσιν εἶπεν.[*]() [*]()

b. ἀπὸ κοινοῦ τὸ πράσσουσιν. [*]()

συμμίξαι πρεπόντως: συμβαλεῖν τῇ λύρᾳ καὶ [*]() τῷ αὐλῷ τὸν Αἰνησιδάμου παῖδα Θήρωνα.[*]()

a. ἅ τε Πίσα με γεγωνεῖν: ἥ τε Πίσα με ἀπαιτεῖ [*]() μὴ ἠρεμεῖν, ἀλλὰ ὑμνεῖν καὶ βοᾶν.

b. ἢ τὸ ἑξῆς·[*]() πράσσοντί με γεγωνεῖν.

c. γεγωνεῖν: προσυπακουστέον τὸ πράσσει με ἐκ [*]() τοῦ προκειμένου.

d. ἀπαιτεῖ τὸ θεόδματον χρέος.

e. τὸ δὲ γεγωνεῖν οἱ μὲν ἀπὸ τῆς γεγωνώς μετοχῆς βαρύτονον [*]() Αἰολικῶς κλίναντες γεγώνειν ὡς ἀκούειν, γινώσκειν ἐκφέρουσι· γέγωνέ τε πᾶν κατὰ ἄστυ (Ω 703). εἰσὶ δὲ οἳ ἀπὸ τοῦ γεγωνέω σχηματίζουσιν, ὥστε δεῖ περισπᾶν.

f. τὸ ἀπαρέμφατον ἐνεστὼς ἀντὶ συντελικοῦ φησι παρειλῆφθαι τὸ † γεγωνήσειν.

g. τᾶς ἄπο: τῆς Ὀλυμπίας.

h. ἀφ᾿ ἧς δὴ Πίσης [*]() αἱ ἀπὸ θεῶν ἀπομεριζόμεναι [ἀοιδαὶ καὶ] ᾠδαὶ ἐπὶ τοὺς ἀνθρώπους παραγίνονται.

i. ἐπὶ τοὺς νικῶντας [ἀνθρώπους].