Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. ὅθεν σπέρματος: ἔστι μὲν καὶ οὕτως διαστεῖλαι· [*]() ὅθεν σπέρματος ἔχοντι ῥίζαν· εἶτα ἀπ᾿ ἄλλης ἀρχῆς· πρέπει τὸν Αἰνησιδάμου· ἣν καὶ ὁ Δίδυμος ἀποδέχεται. Ἀρίσταρχος δὲ οὕτως· ὅθεν σπέρματος ἔχοντι ῥίζαν τὸν Αἰνησιδάμου· ὥστε ἴσον εἶναι τῷ, ἀφ᾿ ὧν ἔχοντι τὸ σπέρμα τῷ Αἰνησιδάμου υἱῷ πρέπει λυρῶν καὶ ἐγκωμίων τυγχάνειν. γίνεται δέ, φησιν ὁ Δίδυμος, κατὰ τὴν ἐκφορὰν ταύτην παρέλκον τὸ τυγχανέμεν. τὴν δὲ αἰτιατικὴν πτῶσιν τοῖς ἄνω συναπτέον ὡς προείρηκα, καὶ τὸ πρέπει τὸν Αἰνησιδάμου ἀπὸ ἄλλης ἀρχῆς· ὁ δὲ Θήρων τοῦ σπέρματος ἔχει ῥίζαν ἀπὸ τούτων.
b. ὅθεν σπέρματος· ἀπὸ γὰρ Οἰδίποδος οἱ περὶ Θήρωνα.
c. Αἰνησιδάμου γὰρ παῖδες Θήρων καὶ Ἱέρων.
d. ὅθεν σπέρματος ἔχοντι: ἀφ᾿ οὗ γένους, τοῦ [*]() Θερσάνδρου, ἔχουσι τὴν ῥίζαν οἱ περὶ Θήρωνα. | τὸ δὲ γένος [*]()