Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. ἀτειρεῖ σὺν ἀγαθῷ: ἀβλαβεῖ. ἀκαταπονήτῳ. [*]() ἀνεμποδίστῳ.
b. ὁπότε σὺν τῷ ἀβλαβεῖ ἀγαθῷ τελευτήσομεν.
(τελευτάσομεν:) πληρώσομεν. [*]()
a. ῥοαὶ δ᾿ ἄλλοτ᾿ ἄλλαι: ῥεύματα δὲ ἀλλοῖα καὶ [*]() ἀλλοῖα μετὰ εὐθυμιῶν τε καὶ μόχθων εἰς τοὺς ἀνθρώπους
1.76
[*]() ἔρχονται.b. θέλει δὲ εἰπεῖν ὅτι οὐχ οἷόν τέ ἐστιν ἀνθρώπους ὄντας ἀεὶ ἐν εὐθυμίᾳ διάγειν, ἀλλὰ πάντως καὶ [*]() ἀτόποις ἐντυγχάνειν ἀνάγκη.
c. ἄλλως· ῥεύματα. μεταβολαί.
d. αἱ τῆς τύχης φοραὶ ἄλλοτε εἰς ἄλλους ἀνθρώπους μεταβαίνουσιν ἢ εὐθυμίαν ἢ πόνον παρέχουσαι.