Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. ὀφθαλμός: ἀντὶ τοῦ περίβλεπτοι ἦσαν ἐν
1.65
Σικελίᾳ· ἀπὸ τοῦ θαυμαστοῦ μέρους τοῦ σώματος τοῦ ὀφθαλμοῦ.b. Σικελίας τ᾿ ἔσαν ὀφθαλμός: οἱονεὶ τὸ ἐξαίρετον [*]() καὶ λαμπρότερον ἦσαν τῆς Σικελίας· ἀξιολογώτερον γὰρ ἐν σώματι ὀφθαλμός.
c. ἵν᾿ εἴπῃ ὅτι περίβλεπτοι ἦσαν.
a. μόρσιμος: οὐχ ὁ μεμοιραμένος, ἀλλ᾿ ἀντὶ τοῦ [*]() εὔμοιρος. Ὅμηρος (Γ 182)· μοιρηγενὲς ὀλβιόδαιμον.
b. βούλεται δὲ λέγειν ὅτι ὁ βίος αὐτοῖς ἐπηκολούθησεν ἐκ πεπρωμένης τινὸς τὴν εὐδαιμονίαν αὐτοῖς καὶ τὴν χάριν ἐπιπέμπων ἐπὶ ταῖς γνησίαις αὐτῶν ἀρεταῖς.