Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ὥσπερ κόρακες πρὸς ἀετὸν φιλονεικοῦσιν, οἱ διδακτοὶ πρὸς τοὺς φύσει αὐτοδιδάκτους. αἰνίττεται δὲ εἰς Σιμωνίδην.[*]()

d. εἰ δέ πως εἰς Βακχυλίδην καὶ Σιμωνίδην αἰνίττεται, [*]() καλῶς ἄρα ἐξείληπται τὸ γαρύετον δυικῶς. καὶ οὕτως ὄντως ἔχει ὁ λόγος.

a. σκοπῷ τόξον: μεθέλκων ἑαυτὸν ἐπὶ τοὺς ἐγκωμιαζομένους [*]()φησίν· ἐπὶ τὸν σκοπὸν ἐπίτεινον τὸ τόξον.

[*]()b. ἔπεχε νῦν σκοπῷ: μεθέλκων ἑαυτόν φησιν· ἐπὶ τὸν σκοπὸν στῆσον τὸ τόξον.[*]()

1.100

[*]()c. ἔπεχε νῦν σκοπῷ: ἐπέστρεψε τὸν λόγον πρὸς ἑαυτὸν καί φησιν ὅτι, ἐπάνελθε εἰς τὸν ἐξ ἀρχῆς σου σκοπὸν καὶ τὴν σπουδὴν τὴν περὶ τοὺς Θήρωνος ἐπαίνους. δι᾿ ὅλου δὲ τὴν τοῦ τόξου ἐφύλαξε τροπήν.

d. τὸ δὲ τίνα βάλλομεν, τίνα ἔχομεν θαυμάσαι ἐκ τῆς ἰδίας διανοίας.[*]()

[*]()a. τίνα βάλλομεν, δηλονότι σκοπόν; τὸν νικηφόρον. μήποτε δὲ βέλτιον ἀκούειν σκοπὸν, τὴν Ἀκράγαντα. καὶ γὰρ ἐπιφέρει· ἐπί τοι Ἀκράγαντι τανύσαις.

b. ἐκ δὲ τούτου σημαίνει τὸν εὔκαιρον καὶ εὔστοχον λόγον.

[*]()a. ἐκ μαλθακᾶς: ἀντὶ τοῦ εἰπεῖν μαλθακὴν φρένα, ἐπεὶ παρέβαλε τῷ τόξῳ καὶ τοῖς βέλεσι τὰ ποιήματα, κατὰ μέρος, ἵνα μὴ ᾖ ἐκ τραχύτητος, ἐκ προσηνοῦς φησι φρενὸς τὸν ὕμνον ἀφεθήσεσθαι.[*]()

[*]()b. ἐκ μαλθακᾶς αὖτε φρενός: τοῦτο εἶπε θεραπεύων τὸ σκληρὸν τοῦ λόγου. τὸ γὰρ ἀπὸ τόξου βάλλειν, ὥς φησι, δύσφρονός ἐστι κατὰ τοῦ βαλλομένου.

c. τῆς [οὖν] προσηνοῦς καὶ οὐ πολεμικῆς διανοίας.[*]()