Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. ὠκέα βέλη: ἀλληγορεῖ ἀπὸ τῶν τόξων μεταφέρων [*]() ἐπὶ τὰ ποιήματα· φαρέτρα μὲν γὰρ ἡ διάνοια, βέλη δὲ οἱ λόγοι.
b. Σκυθικὰ δὲ βέλη τὰ ποιήματα λέγει· εἰώθασι γὰρ οἱ Σκύθαι ὑπὸ τὸν ἀγκῶνα τὰ βέλη βαστάζειν, οἱ δὲ ἐκεῖ Κρῆτες κατὰ τῶν ὤμων.
c. ὠκέα βέλη: τροπικὸς ὁ λόγος· βέλη δὲ τοὺς [*]() λόγους εἴρηκε διὰ τὸ ὀξὺ καὶ καίριον τῶν ἐγκωμίων· φαρέτρας δὲ, τῆς διανοίας. τὸ δὲ ὑπ᾿ ἀγκῶνος ὡς πρὸς τὸ φαρέτρας ἀκουστέον. οὕτω καὶ ὁ βουκόλος (17, 30) ὑπωλένιόν τε φαρέτρην λέγει.
d. ἄλλως· πολλά μοι ὑπ᾿ [*]() ἀγκῶνος: ἀντὶ τοῦ πολλὰ λέγειν ἔχω. βέλη δὲ εἴρηκε τὰ ποιήματα.