Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
e. ἢ οὕτω· βουλαῖς ἐν ὀρθαῖσι [*]() Ῥαδαμάνθυος· ὁ γὰρ Ῥαδάμανθυς δικαιονομεῖ τοῖς κάτω ὑπηρετῶν τῷ Κρόνῳ.
a. ὃν πατὴρ ἔχει ἕτοιμον: τὸν δίχα τοῦ κληθῆναι [*]()ἐλθόντα.
b. ὅντινα Ῥαδάμανθυν ὁ πατὴρ πάντων Κρόνος, ὁ τῆς Γῆς παῖς, ὁ ἀνὴρ τῆς τὸν ὕπατον ἐχούσης θρόνον Ῥέας, ἕτοιμον καὶ ἀχώριστον ἔχει πάρεδρον. | συγκαταλέγονται [*]() δὲ ἐν τούτοις τοῖς δικαίοις ὅ τε Κάδμος καὶ ὁ Πηλεύς.
a. πόσις: ὁ μὲν Ἀρίσταρχος πόσιος γράφει ὁ [*]() πάντων καὶ τὸν Δία ἀκούει συμπότην εἶναι τοῦ Ῥαδαμάνθυος. ὁ δὲ Δίδυμος ἐπὶ τοῦ Κρόνου καθιστᾷ τὸν λόγον· ὃν ὁ πατὴρ πάντων ὁ Κρόνος ἕτοιμον καὶ ἀχώριστον ἔχει πάρεδρον, πόσις ὢν Ῥέας, παῖς δὲ τῆς ὕπατον ἐχούσης θρόνον τῆς Γῆς· εἷς γὰρ τῶν Τιτάνων ὁ Κρόνος, οἳ Γῆς
b. ἔνιοι πόσιν ἤκουσαν τὸν συμπότην.
[*]()ἐν τοῖσιν ἀλέγονται: ἀριθμοῦνται. συγκαταλέγονται ἐν τοῖς εὐσεβέσι τοῖς κατοικοῦσι τὰς τῶν μακάρων νήσους. καὶ τὸν Ἀχιλλέα δὲ ἡ μήτηρ τεθνηκότα αὐτόθι ἤγαγεν, ἐπειδὴ τοῦ Διὸς τὴν ψυχὴν ἔπεισεν ἱκεσίαις.